2 DK A 1
Músaios (zachoval Suda ve spisu Lexicon Suda)[Přepnout na jednoduché zobrazení]
Μουσαῖος ᾿Ελευσίνιος ἐξ ᾿Αθηνῶν, υἱὸς ᾿Αντιφήμου τοῦ Εὐφήμου τοῦ ᾿Εκφάντου τοῦ Κερκυῶνος, ὃν κατεπολέμησεν ὁ Θησεύς, καὶ Σελήνης γυναικός. ἐποποιός, μαθητὴς ᾿Ορφέως, μᾶλλον δὲ πρεσβύτερος. ἤκμαζε γὰρ κατὰ τὸν δεύτερον Κέκροπα καὶ ἔγραψεν ῾Υποθήκας Εὐμόλπωι τῶι υἱῶι ἔπη δ καὶ ἄλλα πλεῖστα.