Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
19 DK A 2a
Démokédés (zachoval Athénaios ve spisu Deipnosophistae, XII, 522a)





[Přepnout na jednoduché zobrazení]


καὶ Κροτωνιᾶται δ᾿, ὥς φησι Τίμαιος (FHG I,212), μετὰ τὸ ἐξελεῖν Συβαρίτας ἐξώκειλαν εἰς τρυφήν, ὥστε καὶ τὸν ἄρχοντα αὐτῶν περιιέναι κατὰ τὴν πόλιν ἁλουργίδα ἠμφιεσμένον καὶ ἐστεφανωμένον χρυσῶι στεφάνωι, ὑποδεδεμένον λευκὰς κρηπῖδας. οἱ δὲ οὐ διὰ τρυφήν φασι τοῦτο γεγονέναι, ἀλλὰ διὰ Δημοκήδη τὸν ἰατρόν. ὃς τὸ μὲν γένος ἦν Κροτωνιάτης, Πολυκράτει δὲ τῶι Σαμίων τυράννωι συνὼν καὶ μετὰ τὸν ἐκείνου θάνατον αἰχμαλωτισθεὶς ὑπὸ Περσῶν ἀνηνέχθη ὡς βασιλέα, ᾿Οροίτου τὸν Πολυκράτη ἀποκτείναντος. θεραπεύσας δ᾿ ὁ Δημοκήδης ῎Ατοσσαν τὴν Δαρείου μὲν γυναῖκα, Κύρου δὲ θυγατέρα, τὸν μαστὸν ἀλγήσασαν ἤιτησε ταύτην δωρεὰν καταπεμφθῆναι εἰς τὴν ῾Ελλάδα ὡς ἐπανελευσόμενος. καὶ τυχὼν ἧκεν εἰς Κρότωνα. βουλομένου τε αὐτόθι καταμένειν, ἐπιλαβομένου τινὸς τῶν Περσῶν καὶ λέγοντος, ὅτι βασιλέως εἴη δοῦλος, ἐκεῖνον μὲν ὑφείλοντο οἱ Κροτωνιᾶται, ἐκδύσαντες δὲ τὴν στολὴν τοῦ Πέρσου ἐνέδυσαν τὸν ὑπηρέτην τοῦ πρυτανεύοντος. ἐξ οὖ δὴ Περσικὴν ἔχων στολὴν περιέρχεται ταῖς ἑβδόμαις τοὺς βωμοὺς μετὰ τοῦ πρυτάνεως, οὐ τρυφῆς χάριν οὐδὲ ὕβρεως, ἀλλ᾿ ἐπηρείας τῆς εἰς τοὺς Πέρσας τοῦτο πράττοντες.