Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
1 DK B 13 /1
Orfika (zachoval Damaskios ve spisu De principiis, 123 (I, 317,15 Ruelle))

Součástí tohoto zlomku jsou také: 1 DK B 13 /2



[Přepnout na jednoduché zobrazení]


ἡ δὲ κατὰ τὸν ῾Ιερώνυμον φερομένη καὶ ῾Ελλάνικον [᾿Ορφικὴ θεολογία], εἴπερ μὴ καὶ ὁ αὐτός ἐστιν, οὕτως ἔχει·
ὕδωρ ἦν, φησίν, ἐξ ἀρχῆς καὶ ὕλη, ἐξ ἧς ἐπάγη ἡ γῆ, δύο ταύτας ἀρχὰς ὑποτιθέμενος πρῶτον, ὕδωρ καὶ γῆν ... τὴν δὲ τρίτην ἀρχὴν μετὰ τὰς δύο γεννηθῆναι μὲν ἐκ τούτων, ὕδατός φημι καὶ γῆς, δράκοντα δὲ εἶναι κεφαλὰς ἔχοντα προσπεφυκυίας ταύρου καὶ λέοντος, ἐν μέσωι δὲ θεοῦ πρόσωπον, ἔχειν δὲ καὶ ἐπὶ τῶν ὤμων πτερά, ὠνομάσθαι δὲ Χρόνον ἀγήραον καὶ ῾Ηρακλῆα τὸν αὐτόν. συνεῖναι δὲ αὐτῶι τὴν ᾿Ανάγκην, φύσιν οὖσαν τὴν αὐτὴν καὶ ᾿Αδράστειαν, ἀσώματον διωργυιωμένην ἐν παντὶ τῶι κόσμωι, τῶν περάτων αὐτοῦ ἐφαπτομένην. ταύτην οἶμαι λέγεσθαι τὴν τρίτην ἀρχὴν κατὰ τὴν οὐσίαν ἑστῶσαν, πλὴν ὅτι ἀρσενόθηλυν αὐτὴν ὑπεστήσατο πρὸς ἔνδειξιν τῆς πάντων γεννητικῆς αἰτίας ... ὁ Χρόνος οὗτος ὁ δράκων γεννᾶται τριπλῆν γονήν· Αἰθέρα, φησί, νοτερὸν καὶ Χάος ἄπειρον καὶ τρίτον ἐπὶ τούτοις ῎Ερεβος ὀμιχλῶδες ... ἀλλὰ μὴν ἐν τούτοις ὁ Χρόνος ὠιὸν ἐγέννησεν ... καὶ τρίτον ἐπὶ τούτοις θεὸν ἀσώματον, πτέρυγας ἐπὶ τῶν ὤμων ἔχοντα χρυσᾶς, ὃς ἐν μὲν ταῖς λαγόσι προσπεφυκυίας εἶχε ταύρων κεφαλάς, ἐπὶ δὲ τῆς κεφαλῆς δράκοντα πελώριον παντοδαπαῖς μορφαῖς θηρίων ἰνδαλλόμενον ... καὶ ἥδ᾿ ἡ θεολογία Πρωτόγονον ἀνυμνεῖ καὶ Δία καλεῖ πάντων διατάκτορα καὶ ὅλου τοῦ κόσμου· διὸ καὶ Πᾶνα καλεῖσθαι.