Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
1 DK B 12 /1
Orfika (zachoval Damaskios ve spisu De principiis, 124 (I, 319, 8 Ruelle))

Součástí tohoto zlomku jsou také: 1 DK B 12 /2 , 1 DK B 12 /3



[Přepnout na jednoduché zobrazení]


ἡ δὲ παρὰ τῶι Περιπατητικῶι Εὐδήμωι (fr. 117 Speng.) ἀναγεγραμμένη ὡς τοῦ ᾿Ορφέως οὖσα Θεολογία πᾶν τὸ νοητὸν ἐσιώπησεν ... ἀπὸ δὲ τῆς Νυκτὸς ἐποιήσατο τὴν ἀρχήν, ἀφ᾿ ἧς καὶ ῞Ομηρος, εἰ καὶ μὴ συνεχῆ πεποίηται τὴν γενεαλογίαν, ἵστησιν· οὐ γὰρ ἀποδεκτέον Εὐδήμου λέγοντος ὅτι ἀπὸ ᾿Ωκεανοῦ καὶ Τηθύος ἄρχεται (Ilias XIV, 302 ᾿Ωκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν)· φαίνεται γὰρ εἰδὼς καὶ τὴν Νύκτα μεγίστην οὕτω θεόν, ὡς καὶ τὸν Δία σέβεσθαι αὐτήν· ᾿ἅζετο γὰρ μὴ Νυκτὶ θοῇ ἀποθύμια ἕρδοι.᾿ (Illias 14,261) ἀλλ᾿ ῞Ομηρος μὲν καὶ αὐτὸς ἀρχέσθω ἀπὸ Νυκτός. ῾Ησίοδος δέ μοι δοκεῖ πρῶτον γενέσθαι τὸ Χάος ἱστορῶν τὴν ἀκατάληπτον τοῦ νοητοῦ καὶ ἡνωμένην παντελῶς φύσιν κεκληκέναι Χάος, τὴν δὲ Γῆν [πρώτην] ἐκεῖθεν παράγειν ὥς τινα ἀρχὴν τῆς ὅλης γενεᾶς τῶν θεῶν. εἰ μὴ ἄρα Χάος μὲν τὴν δευτέραν τῶν δυεῖν ἀρχῶν, Γῆν δὲ καὶ Τάρταρον καὶ ῎Ερωτα τὸ τριπλοῦν νοητόν, τὸν μὲν ῎Ερωτα ἀντὶ τοῦ τρίτου, ὡς κατὰ ἐπιστροφὴν θεωρούμενον (τοῦτο γὰρ οὕτως ὀνομάζει καὶ ᾿Ορφεὺς ἐν ταῖς ῾Ραψωιδίαις) ...