Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
90 DK Fr. 5
Dialexeis (zachoval ?? ve spisu ?)





[Přepnout na jednoduché zobrazení]


(1) ᾿ταὐτὰ τοὶ μαινόμενοι καὶ τοὶ σωφρονοῦντες καὶ τοὶ σοφοὶ καὶ τοὶ ἀμαθεῖς καὶ λέγοντι καὶ πράσσοντι. (2) καὶ πρᾶτον μὲν ὀνομάζοντι ταὐτά, γᾶν καὶ ἄνθρωπον καὶ ἵππον καὶ πῦρ καὶ τἆλλα πάντα. καὶ ποιέοντι ταὐτά, κάθηνται καὶ ἔσθοντι καὶ πίνοντι καὶ κατάκεινται, καὶ τἆλλα καττωὐτό. (3) καὶ μὰν καὶ τὸ αὐτὸ πρᾶγμα καὶ μέζον καὶ μῆιόν ἐστι καὶ πλέον καὶ ἔλασσον καὶ βαρύτερον καὶ κουφότερον. οὕτω γάρ ἐντι ταὐτὰ πάντα· (4) τὸ τάλαντόν ἐστι βαρύτερον τῆς μνᾶς, καὶ κουφότερον τῶν δύο ταλάντων· τωὐτὸν ἄρα καὶ κουφότερον καὶ βαρύτερον. [ ] (5) καὶ ζώει ὁ αὐτὸς ἄνθρωπος καὶ οὐ ζώει, καὶ ταὐτὰ ἔστι καὶ οὐκ ἔστι· τὰ γὰρ τῆιδ᾿ ἐόντα ἐν τᾶι Λιβύαι οὐκ ἔστιν, οὐδέ γε τὰ ἐν Λιβύαι ἐν Κύπρωι. καὶ τἆλλα κατὰ τὸν αὐτὸν λόγον. οὐκῶν καὶ ἐντὶ τὰ πράγματα καὶ οὐκ ἐντί.᾿ (6) τοὶ τῆνα λέγοντες, τὼς μαινομένως καὶ [τὼς σωφρονοῦντας καὶ] τὼς σοφὼς καὶ τὼς ἀμαθεῖς τωὐτὰ διαπράσσεσθαι καὶ λέγεν, καὶ τἆλλα [τὰ] ἑπόμενα τῶι λόγωι, οὐκ ὀρθῶς λέγοντι. (7) αἰ γάρ τις αὐτὼς ἐρωτάσαι, αἰ διαφέρει μανία σωφροσύνης καὶ σοφία ἀμαθίης, φαντί· ᾿ναί᾿. (8) εὖ γὰρ καὶ ἐξ ὧν πράσσοντι ἑκάτεροι δᾶλοί ἐντι, ὡς ὁμολογησοῦντι. οὐκῶν αἰ ταὐτὰ πράσσοντι, καὶ τοὶ σοφοὶ μαίνονται, καὶ τοὶ μαινόμενοι σοφοί, καὶ πάντα συνταράσσονται. (9) καὶ ἐπακτέος ὁ λόγος, πότερον ὦν ἐν δέοντι τοὶ σωφρονοῦνες λέγοντι ἢ τοὶ μαινόμενοι. ἀλλὰ γάρ φαντι, ὡς ταὐτὰ μὲν λέγοντι, ὅταν τις αὐτὼς ἐρωτῆι· ἀλλὰ τοὶ μὲν σοφοὶ ἐν τῶι δέοντι, τοὶ δὲ μαινόμενοι ἇι οὐ δεῖ. (10) καὶ τοῦτο λέγοντες δοκοῦντι μικρὸν ποτιθῆναι [τὸ] ἇι δεῖ καὶ μὴ δεῖ, ὥστε μηκέτι τὸ αὐτὸ ἦμεν. (11) ἐγὼ δὲ οὐ πράγματος τοσοῦτον ποτιτεθέντος ἀλλοι-οῦσθαι δοκῶ τὰ πράγματα, ἀλλ᾿ ἁρμονίας διαλλαγείσας· ὥσπερ ᾿Γλαῦκος᾿ καὶ ᾿γλαυκός᾿ καὶ ᾿Ξάνθος᾿ καὶ ᾿ξανθός᾿ καὶ ᾿Ξοῦθος᾿ καὶ ᾿ξουθός᾿. (12) ταῦτα μὲν τὴν ἁρμονίαν ἀλλάξαντα διήνεικαν, τὰ δὲ μακρῶς καὶ βραχυτέρως ῥηθέντα. ᾿Τύρος᾿ καὶ ᾿τυρός᾿ ᾿σάκος᾿ καὶ ᾿σακός᾿, ἅτερα δὲ γράμματα διαλλάξαντα· ᾿κάρτος᾿ καὶ ᾿κρατός᾿, ᾿ὄνος᾿ καὶ ᾿νόος᾿. (13) ἐπεὶ ὦν οὐκ ἀφαιρεθέντος οὐδενὸς τοσοῦτον διαφέρει, τί δή, αἴ τίς τι ποτιτίθητι ἢ ἀφαιρεῖ; καὶ τοῦτο δείξω οἷόν ἐστιν. (14) αἴ τις ἀπὸ τῶν δέκα ἓν ἀφέλοι [ἢ τοῖς δέκα ἓν ποτθείη], οὔ κ᾿ ἔτι δέκα οὐδὲ ἓν εἴη, καὶ τἆλλα καττωὐτό. (15) τὸ δὲ τὸν αὐτὸν ἄνθρωπον καὶ ἦμεν καὶ μὴ ἦμεν, ἐρωτῶ· ᾿τὶ ἢ τὰ πάντα ἔστιν;᾿ οὐκῶν αἴ τις μὴ φαίη ἦμεν, ψεύδεται, [τὸ τὶ καὶ] τὰ πάντα εἰπὼν ταὐτά. πάντα ὦν πήι ἐστι.