Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
90 DK Fr. 3
Dialexeis (zachoval ?? ve spisu Peri dikaiou kai adikou)





[Přepnout na jednoduché zobrazení]


Περὶ δικαίου καὶ ἀδίκου
(1) δισσοὶ δὲ λόγοι λέγονται καὶ περὶ τῶ δικαίω καὶ τῶ ἀδίκω. καὶ τοὶ μὲν ἄλλο ἧμεν τὸ δίκαιον, ἄλλο δὲ τὸ ἄδικον· τοὶ δὲ τωὐτὸ δίκαιον καὶ ἄδικον· καὶ ἐγὼ τούτωι πειρασοῦμαι τιμωρέν. (2) καὶ πρῶτον μὲν ψεύδεσθαι ὡς δίκαιόν ἐστι λεξῶ καὶ ἐξαπατᾶν. τὼς μὲν πολεμίως ταῦτα ποιὲν [καλὸν καὶ δίκαιον, τὼς δὲ φίλως] αἰσχρὸν καὶ πονηρὸν ἂν ἐξείποιεν· [πῶς δὲ τὼς πολεμίως,] τὼς δὲ φιλτάτως οὔ; αὐτίκα τὼς γονέας· αἰ γὰρ δέοι τὸν πατέρα ἢ τὰν ματέρα φάρμακον πιὲν ἢ φαγέν, καὶ μὴ θέλοι, οὐ δίκαιόν ἐστι καὶ ἐν τῶι ῥοφήματι καὶ ἐν τῶι ποτῶι δόμεν καὶ μὴ φάμεν ἐνῆμεν; (3) οὐκῶν [δίκαιον] ἤδη ψεύδεσθαι καὶ ἐξαπατᾶν τὼς γονέας. καὶ κλέπτεν μὰν τὰ τῶν φίλων καὶ βιῆσθαι τὼς φιλτάτως δίκαιον. (4) αὐτίκα αἴ τις λυπηθείς τι τῶν οἰκηΐων καὶ ἀχθεσθεὶς μέλλοι αὑτὸν διαφθείρεν ἢ ξίφει ἢ σχοινίωι ἢ ἄλλωι τινί, δίκαιόν ἐστι ταῦτα κλέψαι, αἰ δύναιτο, αἰ δὲ ὑστερίξαι καὶ ἔχοντα καταλάβοι, ἀφελέσθαι βίαι; (5) ἀνδραποδίξασθαι δὲ πῶς οὐ δίκαιον τὼς πολεμίως [καὶ] αἴ τις δύναιτο ἑλὼν πόλιν ὅλαν ἀποδόσθαι; τοιχωρυχὲν δὲ τὰ τῶν πολιτῶν κοινὰ οἰκήματα δίκαιον φαίνεται. αἰ γὰρ ὁ πατὴρ ἐπὶ θανάτωι, κατεστασιασμένος ὑπὸ τῶν ἐχθρῶν, δεδεμένος εἴη, ἆρα οὐ δίκαιον διορύξαντα κλέψαι καὶ σῶσαι τὸν πατέρα; (6) ἐπιορκὲν δέ· αἴ τις ὑπὸ τῶν πολεμίων λαφθεὶς ὑποδέξαιτο ὀμνύων ἦ μὰν ἀφεθεὶς τὰν πόλιν προδώσεν, ἆρα οὗτος δίκαιά [κα] ποιήσαι εὐορκήσας; (7) ἐγὼ μὲν γὰρ οὐ δοκῶ· ἀλλὰ μᾶλλον τὰν πόλιν καὶ τὼς φίλως καὶ τὰ ἱερὰ σώσαι [κα τὰ] πατρώϊα ἐπιορκήσας. ἤδη ἄρα δίκαιον καὶ τὸ ἐπιορκεῖν. καὶ τὸ ἱεροσυλέν· (8) τὰ μὲν ἴδια τῶν πόλεων ἐῶ· τὰ δὲ κοινὰ τᾶς ῾Ελλάδος, τὰ ἐκ Δελφῶν καὶ τὰ ἐξ ᾿Ολυμπίας, μέλλοντος τῶ βαρβάρω τὰν ῾Ελλάδα λαβεῖν καὶ τᾶς σωτηρίας ἐν χρήμασιν ἐούσας, οὐ δίκαιον λαβὲν καὶ χρῆσθαι ἐς τὸν πόλεμον; (9) φονεύεν δὲ τὼς φιλτάτως δίκαιον· ἐπεὶ καὶ ᾿Ορέστας καὶ ᾿Αλκμαίων· καὶ ὁ θεὸς ἔχρησε δίκαια αὐτὼς ποιῆσαι. (10) ἐπὶ δὲ τὰς τέχνας τρέψομαι καὶ τὰ τῶν ποιητῶν. ἐν γὰρ τραγωιδοποιίαι καὶ ζωγραφίαι ὅστις [κα] πλεῖστα ἐξαπατῆι ὅμοια τοῖς ἀληθινοῖς ποιέων, οὗτος ἄριστος. (11) θέλω δὲ καὶ ποιημάτων παλαιοτέρων μαρτύριον ἐπαγαγέσθαι. Κλεοβουλίνης (fr. 2 Anth. lyr. I, 47 Diehl)·
ἄνδρ᾿ εἶδον κλέπτοντα καὶ ἐξαπατῶντα βιαίως,
καὶ τὸ βίαι ῥέξαι τοῦτο δικαιότατον.
(12) ἦν πάλαι ταῦτα· Αἰσχύλου δὲ ταῦτα (fr. 301; fr. 302)·
ἀπάτης δικαίας οὐκ ἀποστατεῖ θεός,
[καί·]
ψευδῶν δὲ καιρὸν ἔσθ᾿ ὅπου τιμᾶι θεός.
(13) λέγεται δὲ καὶ τῶιδε ἀντίος λόγος, ὡς ἄλλο τὸ δίκαιον καὶ τὸ ἄδικόν ἐστιν, διαφέρον ὥσπερ καὶ τὤνυμα, οὕτω καὶ τὸ πρᾶγμα. ἐπεὶ αἴ τις ἐρωτάσαι τὼς λέγοντας, ὡς τὸ αὐτό ἐστιν ἄδικον καὶ δίκαιον, αἰ ἤδη τι δίκαιον περὶ τὼς γονέας ἔπραξαν, ὁμολογησοῦντι. καὶ ἄδικον ἄρα. τὸ γὰρ αὐτὸ ἄδικον καὶ δίκαιον ὁμολογέοντι ἦμεν. (14) φέρε ἄλλο δή· αἴ τινα γινώσκεις δίκαιον ἄνδρα, καὶ ἄδικον ἄρα τὸν αὐτόν, καὶ μέγαν τοίνυν καὶ μικρὸν κατὰ τωὐτόν. καὶ [αἰ] λέγοιτο ᾿πολλὰ ἀδικήσας ἀποθανέτω᾿, ἀποθανέτω [καὶ πολλὰ καὶ δίκαια δια]πραξάμενος. (15) καὶ περὶ μὲν τούτων ἅλις. εἶμι δὲ ἐφ᾿ ἃ λέγοντες ἀξιόοντι τὸ αὐτὸ καὶ δίκαιον καὶ ἄδικον ἀποδεικνύεν. (16) τὸ γὰρ κλέπτεν τὰ τῶν πολεμίων δίκαιον, καὶ ἄδικον ἀποδεικνύεν τοῦτο αὐτό, αἴ κ᾿ ἀληθὴς ὁ τήνων λόγος, καὶ τἆλλα καττωὐτό. (17) τέχνας δὲ ἐπάγονται, ἐν αἷς οὐκ ἔστι τὸ δίκαιον καὶ τὸ ἄδικον. καὶ τοὶ ποιηταὶ οὐ (το) ποτὶ ἀλάθειαν, ἀλλὰ ποτὶ τὰς ἁδονὰς τῶν ἀνθρώπων τὰ ποιήματα ποιέοντι.