Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
90 DK Fr. 2
Dialexeis (zachoval ?? ve spisu Peri kalou kai aischrou)





[Přepnout na jednoduché zobrazení]


Περὶ καλοῦ καὶ αἰσχροῦ
(1) λέγονται δὲ καὶ περὶ τῶ καλῶ καὶ [τῶ] αἰσχρῶ δισσοὶ λόγοι. τοὶ μὲν γάρ φαντι, ἄλλο μὲν ἦμεν τὸ καλόν, ἄλλο δὲ τὸ αἰσχρόν, διαφέρον, ὥσπερ καὶ τὤνυμα, οὕτω καὶ τὸ σῶμα· τοὶ δὲ τωὐτὸ καλὸν καὶ αἰσχρόν. (2) κἀγὼ πειρασεῦμαι, τόνδε τὸν τρόπον ἐξαγεύμενος. αὐτίκα γὰρ παιδὶ ὡραίωι ἐραστᾶι μὲν (χρηστῶι) χαρίζεσθαι καλόν, μὴ ἐραστᾶι δὲ (καλῶι) αἰσχρόν. (3) καὶ τὰς γυναῖκας λοῦσθαι ἔνδοι καλόν, ἐν παλαίστραι δὲ αἰσχρόν (ἀλλὰ τοῖς ἀνδράσιν ἐν παλαίστραι καὶ ἐν γυμνασίωι καλόν). (4) καὶ συνίμεν τῶι ἀνδρὶ ἐν ἁσυχίαι μὲν καλόν, ὅπου τοίχοις κρυφθήσεται· ἔξω δὲ αἰσχρόν, ὅπου τις ὄψεται. (5) καὶ τῶι μὲν αὐτᾶς συνίμεν ἀνδρὶ καλόν, ἀλλοτρίωι δὲ αἴσχιστον. καὶ τῶι γ᾿ ἀνδρὶ τᾶι μὲν ἑαυτῶ γυναικὶ συνίμεν καλόν, ἀλλοτρίαι δὲ αἰσχρόν. (6) καὶ κοσμεῖσθαι καὶ ψιμυθίωι χρίεσθαι καὶ χρυσία περιάπτεσθαι, τῶι μὲν ἀνδρὶ αἰσχρόν, τᾶι δὲ γυναικὶ καλόν. (7) καὶ τὼς μὲν φίλως εὖ ποιὲν καλόν, τὼς δὲ ἐχθρὼς αἰσχρόν. καὶ τὼς μὲν πολεμίως φεύγεν αἰσχρόν, τὼς δὲ ἐν σταδίωι ἀνταγωνιστὰς καλόν. (8) καὶ τὼς μὲν φίλως καὶ τὼς πολίτας φονεύεν αἰσχρόν, τὼς δὲ πολεμίως καλόν. καὶ τάδε μὲν περὶ πάντων. (9) εἶμι δ᾿ [ἐφ᾿] ἃ ταὶ πόλιές τε αἰσχρὰ ἅγηνται καὶ τὰ ἔθνεα. αὐτίκα Λακεδαιμονίοις τὰς κόρας γυμνάζεσθαι [καὶ] ἀχειριδώτως καὶ ἀχίτωνας παρέρπεν καλόν· ῎Ιωσι δὲ αἰσχρόν. (10) καὶ [τοῖς μὲν] τὼς παῖδας μὴ μανθάνειν μωσικὰ καὶ γράμματα καλόν. ῎Ιωσι δ᾿ αἰσχρὸν μὴ ἐπίστασθαι ταῦτα πάντα. (11) Θεσσαλοῖσι δὲ καλὸν τὼς ἵππως ἐκ τᾶς ἀγέλας λαβόντι αὐτῶι δαμάσαι καὶ τὼς ὀρέας· βῶν τε λαβόντι αὐτῶι σφάξαι καὶ ἐκδεῖραι καὶ κατακόψαι, ἐν Σικελίαι δὲ αἰσχρὸν καὶ δώλων ἔργα. (12) Μακεδόσι δὲ καλὸν δοκεῖ ἧμεν τὰς κόρας, πρὶν ἀνδρὶ γάμασθαι, ἐρᾶσθαι καὶ ἀνδρὶ συγγίνεσθαι, ἐπεὶ δέ κα γάμηται, αἰσχρόν· ῞Ελλασι δ᾿ ἄμφω αἰσχρόν. (13) τοῖς δὲ Θραιξὶ κόσμος τὰς κόρας στίζεσθαι· τοῖς δ᾿ ἄλλοις τιμωρία τὰ στίγματα τοῖς ἀδικέοντι. τοὶ δὲ Σκύθαι καλὸν νομίζοντι, ὅς [κ᾿] ἄνδρα κατακανὼν ἐκδείρας τὰν κεφαλὰν τὸ μὲν κόμιον πρὸ τοῦ ἵππου φορῆι, τὸ δ᾿ ὀστέον χρυσώσας [ἢ] καὶ ἀργυρώσας πίνηι ἐξ αὐτοῦ καὶ σπένδηι τοῖς θεοῖς· ἐν δὲ τοῖς ῞Ελλασιν οὐδέ κ᾿ ἐς τὰν αὐτὰν οἰκίαν συνεισελθεῖν βούλοιτό τις τῶι ταῦτα ποιήσαντι. (14) Μασσαγέται δὲ τὼς γονέας κατακόψαντες κατέσθοντι, καὶ τάφος κάλλιστος δοκεῖ ἦμεν ἐν τοῖς τέκνοις τεθάφθαι· ἐν δὲ τᾶι ῾Ελλάδι αἴ τις ταῦτα ποιήσαι, ἐξελαθεὶς ἐκ τῆς ῾Ελλάδος κακῶς κα ἀποθάνοι ὡς αἰσχρὰ καὶ δεινὰ ποιέων. (15) τοὶ δὲ Πέρσαι κοσμεῖσθαι τε ὥσπερ τὰς γυναῖκας καὶ τὼς ἄνδρας καλὸν νομίζοντι, καὶ τᾶι θυγατρὶ καὶ τᾶι ματρὶ καὶ τᾶι ἀδελφᾶι συνίμεν· τοὶ δὲ ῞Ελλανες καὶ αἰσχρὰ καὶ παράνομα. (16) Λυδοῖς τοίνυν τὰς κόρας πορνευθείσας καὶ ἀργύριον ἐνεργάσασθαι καὶ οὕτως γάμασθαι καλὸν δοκεῖ ἦμεν, ἐν δὲ τοῖς ῞Ελλασιν οὐδείς κα θέλοι γᾶμαι. (17) Αἰγύπτιοί τε οὐ ταὐτὰ νομίζοντι καλὰ τοῖς ἄλλοις· τῆιδε μὲν γὰρ γυναῖκας ὑφαίνειν καὶ [ἔρια] ἐργάζεσθαι καλόν, ἀλλὰ τηνεῖ τὼς ἄνδρας, τὰς δὲ γυναῖκας πράσσεν, ἅπερ τῆιδε τοὶ ἄνδρες. τὸν παλὸν δεύειν ταῖς χερσί, τὸν δὲ σῖτον τοῖς ποσί, τήνοις καλόν, ἀλλ᾿ ἁμὶν τὸ ἐναντίον. (18) οἶμαι δ᾿, αἴ τις τὰ αἰσχρὰ ἐς ἓν κελεύοι συνενεῖκαι πάντας ἀνθρώπως, ἃ ἕκαστοι νομίζοντι, καὶ πάλιν ἐξ ἀθρόων τούτων τὰ καλὰ λαβέν, ἃ ἕκαστοι ἅγηνται, οὐδὲ ἕν [κα] καλλειφθῆμεν, ἀλλὰ πάντας πάντα διαλαβέν. οὐ γὰρ πάντες ταὐτὰ νομίζοντι. (19) παρεξοῦμαι δὲ καὶ ποίημά τι (TGF 844 adesp. 26)·
καὶ γὰρ τὸν ἄλλον ὧδε θνητοῖσιν νόμον
ὄψηι διαιρῶν· οὐδὲν ἦν πάντηι καλόν,
οὐδ᾿ αἰσχρόν, ἀλλὰ ταὔτ᾿ ἐποίησεν λαβών
ὁ καιρὸς αἰσχρὰ καὶ διαλλάξας καλά.
(20) ὡς δὲ τὸ σύνολον εἶπαι, πάντα καιρῶι μὲν καλά ἐντι, ἐν ἀκαιρίαι δ᾿ αἰσχρά. τί ὦν διεπραξάμην; ἔφαν ἀποδείξειν ταὐτὰ αἰσχρὰ καὶ καλὰ ἐόντα, καὶ ἀπέδειξα ἐν τούτοις πᾶσι. ῍(21) λέγεται δὲ καὶ περὶ τῶ αἰσχρῶ καὶ [τῶ] καλῶ, ὡς ἄλλο ἑκάτερον εἴη. ἐπεὶ αἴ τις ἐρωτάσαι τὼς λέγοντας, ὡς τὸ αὐτὸ πρᾶγμα αἰσχρὸν καὶ καλόν ἐστιν, αἴ ποκά τι αὐτοῖς καλὸν ἔργασται, [καὶ] αἰσχρὸν ὁμολογησοῦντι, αἴπερ τωὐτὸν καὶ τὸ αἰσχρὸν καὶ τὸ καλόν. (22) καὶ αἴ τινά γα καλὸν οἴδαντι ἄνδρα, τοῦτον καὶ αἰσχρὸν τὸν αὐτόν· καὶ αἴ τινά γα λευκόν, καὶ μέλανα τοῦτον τὸν αὐτόν. καὶ καλόν γ᾿ ἐστὶ τὼς θεὼς σέβεσθαι, καὶ αἰσχρὸν αὖ τὼς θεὼς σέβεσθαι, αἴπερ τωὐτὸν αἰσχρὸν καὶ καλόν ἐστι. (23) καὶ τάδε μὲν περὶ ἁπάντων εἰρήσθω μοι· τρέψομαι δὲ ἐπὶ τὸν λόγον αὐτῶν, ὃν λέγοντι. (24) αἰ γὰρ τὰν γυναῖκα καλόν ἐστι κοσμεῖσθαι, τὰν γυναῖκα [καὶ] αἰσχρὸν κοσμεῖσθαι, αἴπερ τωὐτὸν αἰσχρὸν καὶ καλόν· καὶ τἆλλα κατὰ τωὐτόν. (25) ἐν Λακεδαίμονί ἐστι καλὸν τὰς παῖδας γυμνάζεσθαι, ἐν Λακεδαίμονί ἐστιν αἰσχρὸν τὰς παῖδας γυμνάζεσθαι, καὶ τἆλλα οὕτως. (26) λέγοντι δέ, ὡς αἴ τινες τὰ αἰσχρὰ ἐκ τῶν ἐθνέων πάντοθεν συνενείκαιεν, ἔπειτα συγκαλέσαντες κελεύοιεν, ἅ τις καλὰ νομίζοι, λαμβάνεν, πάντα κα ἐν καλῶι ἀπενειχθῆμεν. ἐγὼ θαυμάζω, αἰ τὰ αἰσχρὰ συνενεχθέντα καλὰ ἐσεῖται, καὶ οὐχ οἷάπερ ἦνθεν. (27) αἰ γοῦν ἵππως ἢ βῶς ἢ ὄϊς ἢ ἀνθρώπως ἄγαγον, οὐκ ἄλλο τί κα ἀπᾶγον· ἐπεὶ οὐδ᾿ αἰ χρυσὸν ἤνεικαν, χαλκόν (ἀπτήνεικαν), οὐδ᾿ αἰ ἄργυρον ἤνεικαν, μόλιβδόν κα ἀπέφερον. (28) ἀντὶ δ᾿ ἄρα τῶν αἰσχρῶν καλὰ ἀπάγοντι; φέρε δή, αἰ ἄρα τις αἰσχρὸν [ἄνδρα] ἄγαγε, τοῦτον δ᾿ αὖ κα καλὸν ἀπᾶγε; ποιητὰς δὲ μάρτυρας ἐπάγονται, [οἳ] ποτὶ ἁδονάν, οὐ ποτὶ ἀλάθειαν ποιεῦντι.