Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
89 DK Fr. 5
Anonym Iamblichův (zachoval Iamblichos ve spisu Anonymus Iamblichi, p. 99, 18)





[Přepnout na jednoduché zobrazení]


(1) καὶ περὶ φιλοψυχίας δὲ ὧδε ἄν τις πεισθείη, ὅτι, εἰ μὲν ὑπῆρχε τῶι ἀνθρώπωι εἰ μὴ ὑπ᾿ ἄλλου ἀποθάνοι ἀγήρωι τε εἶναι καὶ ἀθανάτωι τὸν λοιπὸν χρόνον, συγγνώμη ἂν [ἦν] πολλὴ τῶι φειδομένωι τῆς ψυχῆς· (2) ἐπεὶ δὲ ὑπάρχει τῶι βίωι μηκυνομένωι τό τε γῆρας κάκιον ὂν ἀνθρώποις καὶ μὴ ἀθάνατον εἶναι, καὶ [ἡ] ἀμαθία ἤδη ἐστὶ μεγάλη καὶ συνήθεια πονηρῶν λόγων τε καὶ ἐπιθυμημάτων, ταύτην περιποιεῖν ἐπὶ δυσκλείαι, ἀλλὰ μὴ ἀθάνατον ἀντ᾿ αὐτῆς λείπεσθαι [κλέος], ἀντὶ θνητῆς οὔσης εὐλογίαν ἀέναον καὶ ἀεὶ ζῶσαν.