Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
87 DK A 6 /1
Antifón Sofista (zachoval Pseudo-Plútarchos ve spisu Vit. X orat., 1; 833c)

Součástí tohoto zlomku jsou také: 87 DK A 6 /2



[Přepnout na jednoduché zobrazení]


λέγεται δὲ τραγωιδίας συνθεῖναι ἰδίαι καὶ σὺν Διονυσίωι τῶι τυράννωι· ἔτι δ᾿ ὢν πρὸς τῆι ποιήσει τέχνην ἀλυπίας συνεστήσατο, ὥσπερ τοῖς νοσοῦσιν ἡ παρὰ τῶν ἰατρῶν θεραπεία ὑπάρχει· ἐν Κορίνθωι τε κατεσκευασμένος οἴκημά τι παρὰ τὴν ἀγορὰν προέγραψεν, ὅτι δύναται τοὺς λυπουμένους διὰ λόγων θεραπεύειν, καὶ πυνθανόμενος τὰς αἰτίας παρεμυθεῖτο τοὺς κάμνοντας. νομίζων δὲ τὴν τέχνην ἐλάττω ἢ καθ᾿ αὑτὸν εἶναι ἐπὶ ῥητορικὴν ἀπετράπη. εἰσὶ δ᾿ οἳ καὶ τὸ Γλαύκου τοῦ ῾Ρηγίνου Περὶ ποιητῶν βιβλίον (FHG II, 23) εἰς ᾿Αντιφῶντα ἀναφέρουσι.