Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
87 DK A 2 /2
Antifón Sofista (zachoval Hermogenés ve spisu De ideis, II, 399, 18 R. p. 401, 12 = Peri ideón logón 2, 11, 146 Rabe)

Součástí tohoto zlomku jsou také: 87 DK A 2 /1



[Přepnout na jednoduché zobrazení]


῾Ο δ᾿ ἕτερος ᾿Αντιφῶν, οὗπερ οἱ τῆς ᾿Αληθείας εἰσὶ λεγόμενοι λόγοι, πολιτικὸς μὲν ἥκιστά ἐστι, σεμνὸς δὲ καὶ ὑπέρογκος τοῖς τε ἄλλοις καὶ τῶι δι᾿ ἀποφάνσεων περαίνειν τὸ πᾶν, ὃ δὴ τοῦ ἀξιωματικοῦ τε λόγου ἐστὶ καὶ πρὸς μέγεθος ὁρῶντος, ὑψηλὸς δὲ τῆι λέξει καὶ τραχύς, ὥστε καὶ μὴ πόρρω σκληρότητος εἶναι. καὶ περιβάλλει δὲ χωρὶς εὐκρινείας, διὸ καὶ συγχεῖ τὸν λόγον καὶ ἔστιν ἀσαφὴς τὰ πολλά. καὶ ἐπιμελὴς δὲ κατὰ τὴν συνθήκην καὶ ταῖς παρισώσεσι χαίρων. οὐ μὴν ἤθους γέ τι οὐδ᾿ ἀληθινοῦ τύπου μέτεστι τῶι ἀνδρί, φαίην δ᾿ ἂν ὡς οὐδὲ δεινότητος πλὴν τῆς φαινομένης μέν, οὐ μὴν οὔσης γε ὡς ἀληθῶς. ἐγγὺς δὲ τῆς ἰδέας ἐστὶ ταύτης καὶ ὁ Κριτίας· διὸ καὶ μετὰ τοῦτον εὐθὺς περὶ Κριτίου λέξομεν.