Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
87 DK A 2 /1
Antifón Sofista (zachoval Hermogenés ve spisu De ideis, II, 399, 18 R. = Peri ideón logón II, 11, 107 Rabe)

Součástí tohoto zlomku jsou také: 87 DK A 2 /2



[Přepnout na jednoduché zobrazení]


περὶ δὲ ᾿Αντιφῶντος λέγοντας ἀνάγκη προειπεῖν, ὅτι καθάπερ ἄλλοι τέ φασιν οὐκ ὀλίγοι καὶ Δίδυμος ὁ γραμματικός, πρὸς δὲ καὶ ἀπὸ ἱστορίας φαίνεται, πλείους μὲν γεγόνασιν ᾿Αντιφῶντες, δύο δὲ οἱ σοφιστεύσαντες, ὧν καὶ λόγον ἀνάγκη ποιήσασθαι. ὧν εἷς μέν ἐστιν ὁ ῥήτωρ, οὗπερ οἱ φονικοὶ φέρονται λόγοι καὶ [οἱ] δημηγορικοὶ καὶ ὅσοι τούτοις ὅμοιοι, ἕτερος δὲ ὁ καὶ τερατοσκόπος καὶ ὀνειροκρίτης λεγόμενος γενέσθαι, οὗπερ οἵ τε Περὶ τῆς ἀληθείας (B 1-44) εἶναι λέγονται λόγοι καὶ ὁ Περὶ ὁμονοίας (B 44a-71) (καὶ οἱ δημηγορικοὶ) καὶ ὁ Πολιτικός (B 72-77). ἐγὼ δὲ ἕνεκα μὲν τοῦ διαφόρου τῶν ἐν τοῖς λόγοις τούτοις ἰδεῶν πείθομαι δύο τοὺς ᾿Αντιφῶντας γενέσθαι (πολὺ γὰρ ὡς ὄντως τὸ παραλλάττον τῶν ἐπιγραφομένων τῆς ᾿Αληθείας λόγων πρὸς τοὺς λοιπούς), ἕνεκα δὲ τοῦ καὶ παρὰ Πλάτωνι (Menex. 236a) καὶ παρ᾿ ἄλλοις ἱστορουμένου πάλιν οὐ πείθομαι. Θουκυδίδην γὰρ ᾿Αντιφῶντος εἶναι τοῦ ῾Ραμνουσίου μαθητὴν ἀκούω πολλῶν λεγόντων, καὶ τὸν μὲν ῾Ραμνούσιον εἰδὼς ἐκεῖνον, οὗπερ εἰσὶν οἱ φονικοί, τὸν Θουκυδίδην δὲ πολλῶι κεχωρισμένον καὶ κεκοινωνηκότα τῶι εἴδει τῶν τῆς ᾿Αληθείας λόγων, πάλιν οὐ πείθομαι. οὐ μὴν ἀλλ᾿ εἴτε εἷς ὁ ᾿Αντιφῶν ἐγένετο, δύο λόγων εἴδεσι τοσοῦτον ἀλλήλων διεστηκότων χρησάμενος, εἴτε καὶ δύο, χωρὶς ἑκάτερος ὁ μὲν τοῦτο, ὁ δὲ ἐκεῖνο μετελθών, ἀνάγκη χωρὶς περὶ ἑκατέρου διελθεῖν· πλεῖστον γὰρ ὡς ἔφαμεν τὸ μεταξύ. ... περὶ τοῦ ῾Ραμνουσίου ᾿Αντιφῶντος.