80 DK B 2
Prótagorás (zachoval Eusebios ve spisu Praeparatio evangelica, X, 3, 25)[Přepnout na jednoduché zobrazení]
σπάνια δὲ τὰ τῶν πρὸ τοῦ Πλάτωνος γεγονότων βιβλία· ἐπεὶ ἴσως πλείους ἄν τις ἐφώρασε τοῦ φιλοσόφου [κλοπάς]· ἐγὼ δ᾿ οὖν ἧι κατὰ τύχην περιπέπτωκα Πρωταγόρου τὸν Περὶ τοῦ ὄντος ἀναγινώσκων λόγον πρὸς τοὺς ἓν τὸ ὂν εἰσάγοντας τοιαύταις αὐτὸν εὑρίσκω χρώμενον ἀπαντήσεσιν· ἐσπούδασα γὰρ αὐταῖς λέξεσι τὰ ῥηθέντα μνημονεύειν. [καὶ ταῦτ᾿ εἰπὼν διὰ πλειόνων τίθησι τὰς ἀποδείξεις.]