73 DK B 15 /4
Hekataios z Abdér (zachoval Kléméns Alex. ve spisu Stromata, V, 113,1-2)Součástí tohoto zlomku jsou také: 73 DK B 15 /1 , 73 DK B 15 /2 , 73 DK B 15 /3
[Přepnout na jednoduché zobrazení]
ὁ μὲν Σοφοκλῆς, ὥς φησιν ῾Εκαταῖος ὁ τὰς ἱστορίας συνταξάμενος ἐν τῶι κατ᾿ ῎Αβραμον καὶ τοὺς Αἰγυπτίους, ἄντικρυς ἐπὶ τῆς σκηνῆς ἐκβοᾷ·
εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστι<ν> θεός,
ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν
πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίαν.
θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι,
ἱδρυσάμεσθα πημάτων παραψυχὴν
θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων
ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους·
θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις
στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.
ὃς οὐρανόν τε ἔτευξε καὶ γαῖαν μακρὴν
πόντου τε χαροπὸν οἶδμα καὶ ἀνέμων βίαν.
θνητοὶ δὲ πολλοὶ καρδίαν πλανώμενοι,
ἱδρυσάμεσθα πημάτων παραψυχὴν
θεῶν ἀγάλματα ἐκ λίθων, ἢ χαλκέων
ἢ χρυσοτεύκτων ἢ ἐλεφαντίνων τύπους·
θυσίας τε τούτοις καὶ κακὰς πανηγύρεις
στέφοντες, οὕτως εὐσεβεῖν νομίζομεν.
falsum !