72 DK A 8
Anaxarchos (zachoval Ailiános Klaudios ve spisu Varia historia, IX, 37)[Přepnout na jednoduché zobrazení]
᾿Ανάξαρχος ὁ ἐπικληθεὶς Εὐδαιμονικὸς κατεγέλα ᾿Αλεξάνδρου ἑαυτὸν ἐκθεοῦντος. ἐπεὶ δὲ ἐνόσησέ ποτε ᾿Αλέξανδρος. εἶτα προσέταξεν αὐτῶι ὁ ἰατρὸς ῥόφημα σκευασθῆναι, γελάσας ὁ ᾿Ανάξαρχος ᾿τοῦ μέντοι θεοῦ ἡμῶν᾿ εἶπεν ᾿ἐν τρυβλίου ῥοφήματι αἱ ἐλπίδες κεῖνται᾿.