Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
72 DK A 7 /1
Anaxarchos (zachoval Filodémos ve spisu De vitiis, IV (Gomperz Comm. Mommsen. 471) c. 5. 6)

Součástí tohoto zlomku jsou také: 72 DK A 7 /2



[Přepnout na jednoduché zobrazení]


οὐκ εἰκῆι δέ, ἀλλὰ συνπαρατιθεὶς ἐντέχνως τῶι δάκνοντι τὸ γλυκύ, οἷον μί<σγ>ων ἔπαινον <ἁδ>ρότερον ἐλάττονι ψόγωι καὶ συνκατάθεσιν ἀντιλογίαι, καθάπερ τοιοῦτος, οὗ προσιεμένοις ὀξύτ<ερα> διδόασί τινες <τῶ>ι γλυκεῖ δαψιλεστέρωι χρώμενοι. τοιοῦτον δ<ὲ> καὶ τὸν ᾿Ανάξαρχον λέγουσιν· <ἀντει>πὼν γὰ<ρ τῶι ᾿Α>λεξάνδρωι δ<ιότι στέ>ρ<γ>ει τοῖς κόλαξιν, ἐπήινει <πάλιν· ἀλλὰ μ>ὴν πρέπει τοῦτο τοῖς ἀπὸ Διός· Διόνυσος μὲν γὰρ ἔχαιρε Σατύροις, ῾Ηρακλῆς δὲ Κέρκωψιν. ἔστιν δ᾿ ὅτε καὶ διερεθισθεὶς μὲν ἐπίκρανεν, ἑαυτοῦ δὲ μνησθεὶς ἐγλύκανεν, ὡς ὁ ῥηθεὶς <β>αλόντος αὐτὸν ὑβριστικώτερον <αυσγεφαλλεν μήλοις τοῦ βασιλέως, ὅτ᾿ ἀπείλησεν> ἐπαράμενος τὸ ποτήριον·
᾿βεβλήσεταί τις θεῶν βροτησίαι χερί᾿. (Eur. Or. 271)