Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
72 DK A 6 /1
Anaxarchos (zachoval Arriános Flav. ve spisu Anabasis Alex., IV, 10, 5)

Součástí tohoto zlomku jsou také: 72 DK A 6 /2



[Přepnout na jednoduché zobrazení]


ὑπὲρ δὲ τῆς προσκυνήσεως ὅπως ἠναντιώθη ᾿Αλεξάνδρωι καὶ τοιόσδε κατέχει λόγος. ξυγκεῖσθαι μὲν γὰρ τῶι ᾿Αλεξάνδρωι πρὸς τοὺς σοφιστάς τε καὶ τοὺς ἀμφ᾿ αὐτὸν Περσῶν καὶ Μήδων τοὺς δοκιμωτάτους μνήμην τοῦ λόγου τοῦδε ἐν πότωι ἐμβαλεῖν· ἄρξαι δὲ τοῦ λόγου ᾿Ανάξαρχον, ὡς πολὺ δικαιότερον ἂν θεὸν νομιζόμενον ᾿Αλέξανδρον Διονύσου τε καὶ ῾Ηρακλέους, μὴ ὅτι τῶν ἔργων ἕνεκα ὅσα καὶ ἡλίκα καταπέπρακται ᾿Αλεξάνδρωι, ἀλλὰ καὶ ὅτι Διόνυσος μὲν Θηβαῖος ἦν οὐδέν τι προσήκων Μακεδόσι, καὶ ῾Ηρακλῆς ᾿Αργεῖος οὐδὲ οὗτος προσήκων ὅτι μὴ κατὰ γένος τὸ ᾿Αλεξάνδρου· ῾Ηρακλείδην γὰρ εἶναι ᾿Αλέξανδρον· Μακεδόνας δὲ ἂν τὸν σφῶν βασιλέα δικαιότερον θείαις τιμαῖς κοσμοῦντας. καὶ γὰρ οὐδὲ ἐκεῖνο εἶναι ἀμφίλογον ὅτι ἀπελθόντα γε ἐξ ἀνθρώπων ὡς θεὸν τιμήσουσι· πόσωι δὴ δικαιότερον ζῶντα γεραίρειν ἤπερ τελευτήσαντα ἐς οὐδὲν ὄφελος τῶι τιμωμένωι.
c. 11. λεχθέντων δὲ τούτων τε καὶ τοιούτων λόγων πρὸς ᾿Αναξάρχου τοὺς μὲν μετεσχηκότας τῆς βουλῆς ἐπαινεῖν τὸν λόγον καὶ δὴ ἐθέλειν ἄρχεσθαι τῆς προσκυνήσεως· τοὺς Μακεδόνας δὲ τοὺς πολλοὺς ἀχθομένους τῶι λόγωι σιγῆι ἔχειν. Καλλισθένην δὲ ὑπολαβόντα· ᾿᾿Αλέξανδρον μέν, εἰπεῖν, ὦ ᾿Ανάξαρχε, οὐδεμιᾶς ἀνάξιον ἀποφαίνω τιμῆς ὅσαι ξύμμετροι ἀνθρώπωι᾿...