68 DK B 29
Démokritos (zachoval Apollónios ve spisu In Hippcratis de aticulis comm., 6, 36 Kollesch)[Přepnout na jednoduché zobrazení]
ταύτης δὲ τῆς ἐμβολῆς τὴν ἰσχυροτάτην ἀνάγκην περιεχούσης ὁ Βακχεῖος τὴν ἐπὶ τοῦ μοχλοειδοῦς ξύλου λεγομένην ἄμβην ἐν τοῖς Περὶ τῶν ῾Ιπποκρατείων λέξεων ἐξηγεῖται, ὅτι ᾿ἐν ταῖς λέξεσιν ἀναγέγραπται, ὡς ῾Ρόδιοι ἄμβωνας καλοῦσι τοὺς τῶν ὀρῶν λόφους καὶ καθόλου τὰς προσαναβάσεις᾿. καὶ διὰ τούτων φησὶν πάλιν· ᾿ἀναγέγραπται δὲ καὶ ὡς ὁ Δημόκριτος εἴη καλῶν τῆς ἴτυος τὴν τῶι κοίλωι περικειμένην ὀφρὺν ἄμβην᾿.