Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK B 5 /5
Démokritos (zachoval Tzetzés ve spisu Schol. in Hesiod., Gaisford, Poet. gr. min. III, 58)

Součástí tohoto zlomku jsou také: 68 DK B 5 /1 , 68 DK B 5 /2 , 68 DK B 5 /3 , 68 DK B 5 /4



[Přepnout na jednoduché zobrazení]


φασὶν ῞Ελληνες ὅσοι τὸν κόσμον γεννητὸν εἶναι λέγουσιν, ὅτι μετὰ τὸ διαρραγῆναι τὸ ἔρεβος καὶ τὸν ἀέρα συστῆναι καὶ ὑποστῆναι τὴν γῆν πηλώδη καὶ παντελῶς ἁπαλὴν σηπεδονώδεις καὶ πομφολυγώδεις ὑμένας ἐκ ταύτης ἀναδοθῆναι· ὧν ὑπὸ τοῦ ἡλίου θερμαινομένων ἡμέρας, νυκτὸς δὲ τρεφομένων ταῖς σεληναίαις ὑγρότησιν καὶ μετὰ τὴν αὔξησιν ἐκραγέντων ἀνθρώπους συνέβη γενέσθαι καὶ παντοίων ζώιων ἰδέας πρὸς τὴν στοιχειακὴν ἐπικράτειαν, τὴν ὑδατώδη φημὶ καὶ πυρώδη καὶ γεώδη καὶ ἀερώδη. κατεξικμασθείσης δὲ τῆς γῆς ὑφ᾿ ἡλίου καὶ μηκέτι γεννᾶν δυναμένης ἐξ ἀλληλογονίας φασὶ τὴν γέννησιν γενέσθαι. ὅτι δὲ ζῶια γεννᾶν οἶδεν ἡ γῆ, δεικνύουσι πολλαχόθεν καὶ ἐκ τῶν ἐν Θηβαΐδι τῆι Αἰγυπτίαι γεννωμένων μυῶν μετὰ τὴν τοῦ Νείλου τῆς ἀναβάσεως ὑποχώρησιν. οἱ τότε δὲ τῶν ἀνθρώπων ἁπλότητος ὄντες καὶ ἀπειρίας ἀνάμεστοι οὐδεμίαν οὔτε τέχνην οὔτε γεωργίαν ἐπίσταντο οὔτ᾿ ἄλλο οὐδέν, οὔτε ὅ τι ἐστὶ νόσος ἢ θάνατος ἐπεγίνωσκον, ἀλλ᾿ ὡς ἐπὶ κοῖτον ἐπὶ τὴν γῆν πίπτοντες ἀπέψυχον οὐκ εἰδότες ὃ πάσχουσι· φιλαλληλίαν δὲ μόνον ἀσκοῦντες ἀγελαῖον διέζων τὸν βίον δίκην ποιμνίων ἐπὶ νομὰς ἐξιόντες καὶ τοῖς ἀκροδρύοις κοινῶς καὶ τοῖς λαχάνοις τρεφόμενοι. καὶ ἀλλήλοις κατὰ θηρίων προσεβοήθουν καὶ συνεμάχοντο γυμνοὶ γυμναῖς ταῖς χερσί· γυμνοὶ δὲ οὕτω τυγχάνοντες καὶ σκέπης καὶ χρημάτων ὄντες ἐπιδεεῖς καὶ μηδὲ καρποὺς καὶ ἀκρόδρυα πρὸς ἀποθήκας συναγαγεῖν εἰδότες, ἀλλὰ μόνην ἐσθίοντες τροφὴν τὴν ἐφήμερον χειμῶνος γεγονότος πολλοὶ διεφθείροντο. λοιπὸν κατὰ μικρὸν τὴν ἀνάγκην σχόντες διδάσκαλον τὰ κοῖλα τῶν δένδρων καὶ τὰ δασέα καὶ τὰς σχισμὰς τῶν πετρῶν καὶ τὰ σπήλαια ὑπεδύοντο καὶ τοὺς καρπῶν δυναμένους φυλάττεσθαι μόλις γνωρίσαντες καὶ ἅπαξ αὐτοὺς συναγείραντες ἐν τοῖς σπηλαίοις ἐναπετίθεντο, καὶ τούτοις ἐτρέφοντο δι᾿ ὅλου ἐνιαυτοῦ. τοιαύτηι συζῶντες τῆι εἱμαρμένηι βίον ἁπλοῦν καὶ ἀπέριττον καὶ φιλάλληλον εἶχον δίχα πυρὸς ἐπιγνώσεως, οὐ βασιλεῖς, οὐκ ἄρχοντας, οὐ δεσπότας κεκτημένοι, οὐ στρατείας, οὐ βίας, οὐχ ἁρπαγὰς, ἀλλὰ φιλαλληλίαν μόνον καὶ τὸν ἐλεύθερον καὶ ἀπέριττον τοῦτον βίον ζῆν εἰδότες. ἐπεὶ δὲ προμηθέστεροι γεγονότες καὶ προβουλευτικώτεροι τὸ πῦρ ἐφεῦρον, καὶ θερμοτέρων, ἤγουν πανουργοτέρων, πραγμάτων ὠρέχθησαν καὶ τὴν τοῦ ἀπερίττου καὶ ἐλευθέρου βίου μετέστρεψαν διαγωγὴν καὶ εἱμαρμένην, δι᾿ ὧν ὁ κόσμος κοσμεῖται καὶ τὰ ἡδέα ἡμῖν καὶ τερπνὰ καὶ ἁβρότατα γίνεται δίκην γυναικὸς ἡμᾶς καταθέλγοντα καὶ τρυφερωτέρους ἀπεργαζόμενα, ὃ καλεῖ πλάσιν γυναικὸς ὁ ποιητής.