Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK B 5 /4
Démokritos (zachoval Hermippos (Ióannés Catrares) ve spisu De astrolog., II, 1, 4-13; p. 33, 15 Kroll)

Součástí tohoto zlomku jsou také: 68 DK B 5 /1 , 68 DK B 5 /2 , 68 DK B 5 /3 , 68 DK B 5 /5



[Přepnout na jednoduché zobrazení]


πρῶτον δὲ τάς τε ὑπερκοσμίους τε καὶ ἐγκοσμίους δυνάμεις συστησάμενος, εἶθ᾿ οὕτως οὐρανόν τε καὶ γῆν πλάνητάς τε καὶ τοὺς ἀπλανεῖς τῶν ἀστέρων δημιουργεῖ μήτε χρόνου μήθ᾿ ἑτέρωθεν ὕλης προσδεηθείς· καὶ τούτων ἑκάστωι τὸν οἰκεῖον τόπον, ὡς ἐξ ἀρχῆς ὑπεθέμεθα, ἀποδοὺς κινεῖ τὴν προσήκουσαν κίνησιν. οὕτω δὴ οὐρανός τε καὶ οἱ λάνητες ἐναντίως τὴν ἄληκτον φορὰν ἤρξαντο φέρεσθαι. (5) γῆ δὲ (p. 34) τῶι ὕδατι συμμιγής, οὗ μὲν πλέον ὑπ᾿ αὐτοῦ ἐπιέζετο, βαθεῖά τε καὶ κοίλη ἐγένετο, οὗ δὲ οὐδὲν ἢ ὀλίγον ἐπῆν, τὰ ὄρη ἐλείπετο. (6) ἀλλ᾿ ἐπεὶ τὸ ὕδωρ ἐπὶ γῆς τὴν οἰκείαν χώραν ἐπέλαβεν, αὕτη δὲ διάβροχος οὖσα τὴν οἰκείαν μορφὴν ὑπὸ τοῦ ἡλίου προσβάλλοντος καὶ πρὸς τὸ ξηρότερον μεθιστάντος κατὰ μικρὸν ἀπελάμβανε, φύονται δὴ πρῶτον οὕτω δένδρα τε καὶ φυτὰ καί τινες ὑμένες ἐοικότες πομφόλυξιν, αἳ δὴ μεθ᾿ ἡμέραν μὲν ὑπὸ τοῦ ἡλίου ιαθερμαινόμεναι, νύκτωρ δὲ ὑπὸ τῆς σελήνης καὶ τῶν ἄλλων ἀστέρων περιθαλπόμενα χρόνωι διαρραγεῖσαι τὰ ζῶια ἀπέτεκον. (7) τούτων δὲ τὰ μὲν ἱκανὴν εἰληφότα πέψιν ἄρρενά τε καὶ θερμότερα γέγονε, τὰ δὲ τοὐναντίον ὑποστάντα ἐνδείαι θέρμης πρὸς τὸ θῆλυ μετεσκεύασται. (8) καὶ οὐδὲν θαυμαστὸν γῆν ὕδατι σύμμικτον συστήσασθαι τὴν ἀρχὴν ζῶιά τε καὶ φυτὰ κατὰ νοῦν τῶι δημιουργῶι· ἐν μὲν γὰρ τῶι ὕδατι συνέχεσθαι εἰκὸς πνεῦμα, ἐν δὲ τούτωι θερμότητα ψυχικήν, δηλοῦσι δὲ καὶ τὰ γινόμενα ζῶια ἐν τοῖς τῆς γῆς χηραμοῖς καὶ ἔτι τὰ ἀπὸ σήψεως· ἃ πάντα καίπερ οὕτω συστάντα θαυμασίαν ἐμφαίνει τὴν σφῶν αὐτῶν καθάπαξ διάπλασιν. (9) ἀλλ᾿ οὐδὲ μὴν οὐδὲ τοῦτ᾿ οἶμαι ἀπορήσαι τις ἄν, εἰ μὴ καὶ νῦν οὕτω συνίστασθαι δύναιτο· οὔτε γὰρ ἡ γῆ ἔτι ὁμοίως ἂν συνανακραθείη τῶι ὕδατι, οὔθ᾿ οἱ ἀστέρες ἐν τοῖς αὐτοῖς συνέλθοιεν σχήμασι. (10) τὸ γὰρ γίνεσθαί πη μέχρι τοῦ νῦν, ὡς λόγος αἱρεῖ, παραλείπω· πλὴν ὥσπερ τοὐνδόσιμον ἐξ ἐκείνου παραλαβοῦσα ζῶια μὲν μέγεθος ἔχοντα οὐκέτι φύειν οἵα τ᾿ ἐστί, βοτάνας δὲ καὶ δένδρα καὶ φυτὰ καὶ καρπούς, καὶ τὰ ζῶια σχεδὸν νεκρωθέντα καὶ παγέντα τῶι ψύχει θέρμης τε καὶ ·ώμης ἐμπίπλαται. (11) τῶν δὲ ζώιων, ὡς καὶ πρότερον εἴρηται, οὐχ ὁμοία τις ἡ κρᾶσις ἐγένετο· ἀλλ᾿ ὅσα μὲν πλείστου τοῦ γεώδους μετέσχε, φυτά τε καὶ δένδρα γέγονε πρὸς τῆι γῆι κάτω ἐρριζωμένην τὴν κεφαλὴν ἔχοντα, τοσοῦτον τῶν ἀναιμοτέρων καὶ ἀπόδων ζώιων διαφέροντα, παρ᾿ ὅσον ἐκεῖνα ἔξω γῆς ταύτην κινούμενα φέρουσιν· ὅσα δὲ τοῦ ὑγροῦ, τὴν καθ᾿ ὕδατος λῆξιν ἠσπάσαντο, ἐπίσης ἐκείνοις σχεδὸν διακείμενα. (12) οἷς δὲ τοῦ γεώδους καὶ θερμοῦ μᾶλλον μέτεστι, ταῦτα χερσαῖα ἂν εἴη· καὶ ὅσα δὲ τοῦ ἀερώδους καὶ θερμοῦ μετέσχε μᾶλλον, πτηνά, τὰ μὲν εὐθὺ τοῦ ὅλου σώματος, τὰ δ᾿ ὑπὲρ αὐτὸ τὴν κεφαλὴν ἴσχοντα, κατὰ λόγον τῆς αὐτῶν κράσεως. (13) καὶ τούτων μᾶλλον ὁ ἄνθρωπος μετασχὼν θερμοῦ φαίνεται καθαρωτέρας οὔσης τῆς ὕλης, ἀφ᾿ ἧς τὸ σῶμά οἱ συνέστη, καὶ δεκτικῆς [μᾶλλον] τοῦ θερμοῦ· ὥστε δι᾿ αὐτὸ τοῦτο καὶ μόνος τῶν ἄλλων ζώιων γίνεται τὸ σχῆμα ὀρθὸς καὶ πρὸς ὀλίγον γῆς ἅπτεται· ἐρρύη δέ τι καὶ θειότερον εἰς αὐτόν, καθ᾿ ὃ νοῦ καὶ λόγου καὶ διανοίας μετέσχε καὶ τὰ ὄντα ἀνηρευνήσατο.