68 DK B 1
Démokritos (zachoval Proklos ve spisu In Platonis Rem publicam, II, 113, 6 Kroll)[Přepnout na jednoduché zobrazení]
τὴν μὲν περὶ τῶν ἀποθανεῖν δοξάντων ἔπειτα ἀναβιούντων ἱστορίαν ἄλλοι τε πολλοὶ τῶν παλαιῶν ἤθροισαν καὶ Δημόκριτος ὁ φυσικὸς ἐν τοῖς Περὶ τοῦ ῞Αιδου γράμμασιν. καὶ τὸν θαυμαστὸν ἐκεῖνον Κωλώτην, τὸν Πλάτωνος ἐχθρόν, ᾿Επικούρειον ὄντα πάντως ἔδει [τὰ τοῦ] καθηγεμόνος τῶν ᾿Επικούρου δ[ογμάτων] μὴ ἀγνοῆσαι μηδὲ ἀγνοήσαντα ζητεῖν, πῶς τὸν ἀποθανόντα πάλιν ἀναβιῶναι δυνατόν. οὐδὲ γὰρ ὁ θάνατος ἦν ἀπόσβεσις, ὡς ἔοικεν, τῆς συμπάσης ζωῆς τοῦ σώματος, ἀλλ᾿ ὑπὸ μὲν πληγῆς τινος ἴσως καὶ τραύματος παρεῖτο,
τῆς δὲ ψυχῆς οἱ περὶ τὸν μυελὸν ἔμενον ἔτι δεσμοὶ κατερριζωμένοι καὶ ἡ καρδία τὸ ἐμπύρευμα τῆς ζωῆς εἶχεν ἐγκείμενον τῶι βάθει· καὶ τούτων μενόντων αὖθις ἀνεκτήσατο τὴν ἀπεσβηκυῖαν ζωὴν ἐπιτήδειον πρὸς τὴν ψύχωσιν γενόμενον.
(...) Také fyzik Démokritos ve spise O podsvětí píše, že (...)
pouta duše kolem míchy byla ještě zakořeněna a srdce uchovávalo ještě v hloubce plamen života. (...)
podle K. Svobody