Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 155b
Démokritos (zachoval Theofrastos , fr. 171, 12 W.)





[Přepnout na jednoduché zobrazení]


ἐκεῖνο δ᾿ ἄν τις σκέψαιτο περὶ ἀμφοτέρων τῶν γενῶν τῶν τε ἐν τῶι ξηρῶι καὶ τῶν ὀρυκτῶν ἆρά γε εἰς ὕδωρ ἀφιέμενα ζώιη ἄν, ἢ τὴν οἰκείαν ζητοίη χώραν καὶ τοῦτο αὐτοῖς ὥσπερ φύσις καθάπερ καὶ τοῖς ἐν θαλάττηι καὶ τοῖς ἐν ποταμοῖς· οὐδὲ γὰρ ταῦτα δέχεται τὰς μεταβολὰς πλὴν ὀλίγων· ἐπεὶ ὅσοι γε διὰ τὴν ἀναξηρασίαν καταδύονται καὶ ὅσοι περιλαμβάνονται τοῖς πάγοις, φανερὸν ὡς τούτοις γε οἰκεῖον τὸ ὑγρόν. εἰκὸς δὲ μᾶλλον καὶ τοῖς ὀρυκτοῖς καὶ τοῖς ἑτέροις, τοῖς μὲν ἁπλῶς, τοῖς δ᾿ ὡς ἀμφιβίοις κατὰ Δημ. ὃ καὶ ἐπ᾿ ἄλλων συμβαίνει· χρῆται γὰρ ἔνια τῶι ἀέρι καθάπερ ἐρρέθη πρότερον.