Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 155
Démokritos (zachoval Ailiános Klaudios ve spisu De natura animalium, XII, 20)





[Přepnout na jednoduché zobrazení]


οἱ δὲ ἄκερωι ταῦροι τὸ τενθρηνιῶδες (οὕτω δὲ ὀνομάζει Δημόκριτος) ἐπὶ τοῦ βρέγματος οὐκ ἔχοντες (εἴη δ᾿ ἂν τὸ σηραγγῶδες λέγων) ἀντιτύπου τοῦ παντὸς ὄντος ὀστέου καὶ τὰς συρροίας τῶν χυμῶν οὐ δεχομένου γυμνοί τε καὶ ἄμοιροι γίνονται τῶν ἀμυντηρίων. καὶ αἱ φλέβες δὲ αἱ κατὰ τοῦ ὀστέου τοῦδε ἀτροφώτεραι οὖσαι λεπτότεραί τε καὶ ἀσθενέστεραι γίνονται. ἀνάγκη δὲ καὶ ξηρότερον τὸν αὐχένα τῶν ἀκεράτων εἶναι. λεπτότεραι γὰρ καὶ αἱ τούτου φλέβες, ταύτηι τοι καὶ ἐρρωμέναι ἧττον. ὅσαι δὲ ᾿Αράβιοι βόες θήλειαι μέν εἰσι τὸ γένος, εὐφυεῖς δὲ τὰ κέρατα, καὶ ταύταις ἥ γε πολλὴ ἐπίρροια τῶν χυμῶν, φησί, τροφὴ τῆς εὐγενοῦς βλάστης τοῖς κέρασίν ἐστιν. ἄκερωι δὲ καὶ αὗται ὅσαι τὸ δεκτικὸν τῆς ἰκμάδος ὀστέον στερεώτερόν τε ἔχουσι καὶ δέχεσθαι τοὺς χυμοὺς ἥκιστον. καὶ συνελόντι εἰπεῖν αὔξης ἡ ἐπιρροὴ αἰτία τοῖς κέρασι· ταύτην δὲ ἄρα ἐποχετεύουσι φλέβες πλεῖσταί τε καὶ παχύταται καὶ ὑγρὸν κύουσαι ὅσον καὶ δύνανται στέγειν.