Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 150a
Démokritos (zachoval Ailiános Klaudios ve spisu De natura animalium, VI, 60)





[Přepnout na jednoduché zobrazení]


Μασσαγέται μέν, ὡς ῾Ηρόδοτος λέγει (Ι, 216), τὸν φαρετρεῶνα πρό γε ἑαυτῶν κρεμάσαντες, εἶτα μέντοι ὁμιλεῖ τῆι θηλείαι ὁ ἄρρην ἐμφανῶς, εἰ καὶ ὁρῶιεν αὐτοὺς οἱ πάντες, πεφροντικότες οὐδὲν ἐκεῖνοί γε. καμήλων δὲ ὁμιλία οὐκ ἄν ποτε ἐμφανὴς γένοιτο οὐδὲ ὁρώντων οἱονεὶ μαρτύρων. ἀλλὰ εἴτε αἰδῶ φαμεν εἴτε φύσεως δῶρον ἀπόρρητον, ταῦτα Δημοκρίτωι τε καὶ τοῖς ἄλλοις καταλείπωμεν ἐλέγχειν τε καὶ τὰς αἰτίας λέγειν οἴεσθαι ἱκανοῖς ὑπὲρ τῶν ἀτεκμάρτων τε καὶ οὐ συμβλητῶν· ἤδη δὲ καὶ ὁ νομεὺς ἀπαλλάττεταί ποι, ὅταν αἴσθηται τῆς συμφοιτήσεως αὐτοῖς τῆς πρὸς ἀλλήλους τὴν ὁρμήν, ὥσπερ οὖν ἀφιστάμενος παριοῦσιν ἐς θάλαμον νύμφηι τε καὶ νυμφίωι.