Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 132
Démokritos (zachoval Theofrastos ve spisu De causis plantarum, VI, 7, 2)





[Přepnout na jednoduché zobrazení]


Δημοκρίτωι μέν γε πῶς ποτε ἐξ ἀλλήλων ἡ γένεσις [τῶν χυμῶν], ἀπορήσειεν ἄν τις. ἀνάγκη γὰρ ἢ τὰ σχήματα μεταρρυθμίζεσθαι καὶ ἐκ σκαληνῶν καὶ ὀξυγωνίων περιφερῆ γίνεσθαι, ἢ πάντων ἐνυπαρχόντων οἷον τῶν τε τοῦ στρυφνοῦ καὶ ὀξέος καὶ γλυκέος τὰ μὲν ἐκκρίνεσθαι (τὰ [ἑκάσ]των πρότερ᾿ ὄντ᾿ ἀεί, τὰ δ᾿ οἰκεῖα καθ᾿ ἕκαστον), θάτερα δὲ ὑπομένειν, ἢ τρίτον τὰ μὲν ἐξιέναι τὰ δ᾿ ἐπεισιέναι. ἐπεὶ δ᾿ ἀδύνατον μετασχηματίζεσθαι (τὸ γὰρ ἄτομον ἀπαθές), λοιπὸν τὰ μὲν εἰσιέναι τὰ δ᾿ ἐξιέναι [ἢ τὰ μὲν ὑπομένειν τὰ δ᾿ ἐξιέναι]. ἄμφω δὲ ταῦτα ἄλογα· προσαποδοῦναι γὰρ δεῖ καὶ τί τὸ ἐργαζόμενον ταῦτα καὶ ποιοῦν.