Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 130
Démokritos (zachoval Theofrastos ve spisu De causis plantarum, VI, 2, 1)





[Přepnout na jednoduché zobrazení]


τάχα δ᾿ ἂν δόξειεν, ὥσπερ ἐλέχθη, καὶ ταῦτα ἐκείνων εἶναι χάριν· αὐτῶν γὰρ τῶν δυνάμεων οὕτως ἀποδιδοὺς [τὰς διαφορὰς] οἴεται τὰς αἰτίας ἀποδιδόναι, δι᾿ ἃς ὁ μὲν στύφει καὶ ξηραίνει καὶ πήγνυσιν, ὁ δὲ λεαίνει καὶ ὁμαλύνει καὶ καθίστησιν, ὁ δὲ ἐκκρίνει καὶ διαχεῖ καὶ ἄλλο τι τοιοῦτο δρᾶι. πλὴν ἴσως ἐκεῖνα ἄν τις ἐπιζητήσειε περὶ τούτων, ὥστε καὶ τὸ ὑποκείμενον ἀποδιδόναι ποῖόν τι. δεῖ γὰρ εἰδέναι μὴ μόνον τὸ ποιοῦν. ἀλλὰ καὶ τὸ πάσχον, ἄλλως τ᾿ ᾿εἰ καὶ μὴ πᾶσιν ὁ αὐτὸς (sc. χυμὸς) ὁμοίως φαίνεται᾿ καθάπερ φησίν. οὐθὲν γὰρ κωλύει τὸν ἡμῖν γλυκὺν ἑτέροις τισὶ τῶν ζώιων εἶναι πικρὸν καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως.