Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 126a
Démokritos (zachoval Porfyrios ve spisu In Ptolem. Harmon., p. 32, 6 D.)





[Přepnout na jednoduché zobrazení]


οὐ .. καθάπερ ἡ ὅρασις ἐκπέμπουσα ἐπὶ τὸ ὑποκείμενον τὴν ὄψιν κατὰ διάδοσιν, ὥς φασιν οἱ μαθηματικοί, τὴν ἀντίληψιν ποιεῖται τοῦ ὑποκειμένου, οὕτω που καὶ ἡ ἀκοή, ἀλλ᾿, ὥς φησιν Δημόκριτος, ἐκδοχεῖον μύθων οὖσα μένει τὴν φωνὴν ἀγγείου δίκην. ἥδε γὰρ εἰσκρίνεται καὶ ἐνρεῖ, παρ᾿ ἣν αἰτίαν καὶ θᾶττον ὁρῶμεν ἢ ἀκούομεν. ἀστραπῆς γὰρ καὶ βροντῆς ἅμα γενομένης τὴν μὲν ὁρῶμεν ἅμα τῶι γενέσθαι, τὴν δ᾿ οὐκ ἀκούομεν ἢ μετὰ πολὺ ἀκούομεν, οὐ παρ᾿ ἄλλο τι συμβαῖνον ἢ παρὰ τὸ τῆι μὲν ὄψει ἡμῶν ἀπαντᾶν τὸ φῶς, τὴν δὲ βροντὴν παραγίνεσθαι ἐπὶ τὴν ἀκοὴν ἐκδεχομένης τῆς ἀκοῆς τὴν βροντήν.