Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 99a
Démokritos (zachoval ? Papyry ve spisu Hibeh Papyr. 16, p. 62 Grenfell–Hunt)





[Přepnout na jednoduché zobrazení]


col. 1
[διαφωνί]α μὲν οὖν μάλι[στά που γεγένηται] περὶ τῆς γενέσ[εως τῆς ἁλμυρότητος·] οἱ μὲγ γὰρ ὑπό[λειμμά φασιν τῆς πρώ]της ὑγρότητος [ἐξατμισθέντων πλείστων ὑ]δάτων· οἱ δὲ [ἱδρῶτ᾿ εἶναι τῆς γῆς. Δη]μόκριτος δὲ [ὁμοίως δοκεῖ τοῖς ἐν τῆι γῆ]ι ποιεῖν [τὴν γένεσιν αὐτῆς· οἷον ἁλῶν καὶ νί]τρων ...
col. 2
[ση]πεδόνος απο.λ.λιπομενης απ.δ..πεσθαι φησὶν ἐν τῶι ὑγρῶι τὰ ὅμοια πρὸς τὰ ὅμοια καθάπερ ἐν τῶι παντί, καὶ οὕτως γενέσθαι θάλατταν καὶ τἆλλα τὰ ἁλ[μῶν]τα πάντα συνενεχθέντων τῶν ὁμοφύλων. ἃ ὅτι δὲ ἐκ τῶν ὁμογενῶν ἐστιν θάλαττα καὶ ἐξ ἄλλων εἶναι φανερόν· οὔτε γὰρ λιβανωτὸν οὔτε θεῖον οὔτε σίλφιον οὔτε στυπτηρίαν οὔτε ἄσφαλτον οὔτε ὅσα μεγάλα καὶ θαυμαστὰ πολλαχοῦ γίνεσθαι τῆς γῆς. ἃ τούτωι μὲν οὖν πρόχειρον, εἰ καὶ μηθὲν ἄλλο, σκέψασθαι, διότι μέρος ποιῶν τὴν θάλατταν τοῦ κόσμου τὸν αὐτὸν τρόπον φησὶ γενέσθαι καὶ τὰ θαυμαστὰ καὶ τὰ παραλογώτατα τῆς φύσεως ὥσπερ οὐ πολλὰς οὔσας ἐν τῆι γῆι διαφοράς, ἃ ἐπεὶ ποιοῦντί [γε] τοὺς χυλοὺς διὰ τὰ σχήματα, καὶ τὸ ἁλμυρὸν ἐγ μεγάλων καὶ γωνιοειδῶν, οὐκ ἄλογόν πως περὶ τὴγ [γῆν γίνεσθαι τὸν αὐτὸν τρόπον τὴν ἁλμυρότητα ὅνπερ κἀν τῆι θαλάττηι].