Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
9 DK B 40a
Akúsilaos (zachoval ? Papyry ve spisu Papyrus Oxyrhynch. 1611, fr. 1, 38–85 Grenfell-Hunt XIII; p. 133f.)





[Přepnout na jednoduché zobrazení]


[ὅ]τι τὸ παρὰ Θεοφράστωι λεγόμενον ἐν τῶι δευτέρωι Περὶ βασιλείας περὶ τοῦ Καινέως δόρατος τοῦτο· καὶ οὗτός ἐστιν ὡς ἀληθῶς ὁ τῶι σκήπτρωι βασιλεύων, ο[ὐ] τῶι δόρατι, καθάπερ ὁ Καινεύς· ἄξιον γὰρ [κρα]τεῖν ὁ Καινεὺς τῶι [δόρ]ατι, ἀλλ᾿ οὐχὶ τῶι σκή[π]τρωι, καθάπ[ερ οἱ ἐν θρ]ό[νω]ι βασιλεῖς, [ἡγεῖτο], οὐ [μὴν] ἐδύνατο π[ρὸς] τῆς [ὑπ᾿ ᾿Α]κουσιλάου [τοῦ] ᾿Αργείου καταλ[εγομένης] ἱστορίας ἀπολῦσα[ι δεῖ]· λέγει γὰρ περὶ Καινέα οὕτως· Καινῆι δὲ τῆι ᾿Ελάτου μίσγεται Ποσιδῶν. ἔπειτα (οὐ γὰρ ἦν αὐτ[ῆ]ι [ἔπ]ερον παῖδας τεκεῖν οὔτ᾿ ἐξ ἐκείνου οὔτ᾿ ἐξ ἄλλου οὐδενὸς) ποιεῖ αὐτὸν Ποσε[ι]δέων ἄνδρα ἄτρω[το]ν, ἰσχὺν ἔχοντα [με]γί[σ]τ[η]ν τῶν ἀνθρώπων τῶν τότε· καὶ ὅτε τις αὐτὸν κεντοίη σιδήρωι ἢ χαλκῶι, ἡλίσκετο μάλιστα χρημάτων. καὶ γίγνεται βασιλεὺς οὗτος Λαπιθέων καὶ τοῖς Κενταύροις πολεμέεσκε. ἔπειτα στήσας ἀκόν[τιον ἐν ἀγορῆι θεὸν ἐκέλευεν ἀριθμεῖν. θεοῖ]σι δ᾿ οὐκ ἦε[ν ἀρεστόν, καὶ] Ζεὺς ἰδὼν αὐτ[ὸν τα]ῦτα ποιοῦντα ἀπειλεῖ, καὶ ἐφορμᾶι τοὺς Κενταύρους, κἀκεῖνοι αὐτὸν κατακόπτουσιν ὄρθιον κατὰ γῆς καὶ ἄνωθεν πέτρην ἐπιτιθεῖσιν σῆμα· καὶ ἀποθνήισκει· τοῦτ᾿ ἔστιν γὰρ ἴσως τὸ τῶι δόρατι ἄρχειν τὸν Καινέα.