68 DK A 92 /1
Démokritos (zachoval Alexandros z Afrodisiady ve spisu In Meteorologica, 26, 11)Součástí tohoto zlomku jsou také: 68 DK A 92 /2
[Přepnout na jednoduché zobrazení]
περὶ δὲ τῶν κομητῶν ᾿Αναξαγόρας μὲν καὶ Δημόκριτος λέγουσι τὸν κομήτην λεγόμενον ἀστέρα ᾿σύμφασιν᾿ εἶναι τῶν πλανήτων ἀστέρων· οὗτοι δέ εἰσιν ὅ τε τοῦ Κρόνου καὶ ὁ τοῦ Διὸς καὶ ὁ τῆς ᾿Αφροδίτης καὶ ὁ τοῦ ῎Αρεος καὶ ὁ τοῦ ῾Ερμοῦ. τούτους γάρ, ὅταν ἐγγὺς ἀλλήλων γένωνται, φαντασίαν ἀποτελεῖν ὡς ἄρα ἅπτονται ἀλλήλων καὶ ἔστιν εἷς ἀστήρ, ὁ καλούμενος κομήτης. ᾿σύμφασιν᾿ γὰρ λέγει τὴν ἐκ πάντων τῶν συνελθόντων ὡς ἐξ ἑνὸς φαντασίαν γενομένην.
cfr. 59 A 81