Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 77 /2
Démokritos (zachoval Plútarchos ve spisu Quaestiones convivales, V, 7, 6; p. 682f)

Součástí tohoto zlomku jsou také: 68 DK A 77 /1



[Přepnout na jednoduché zobrazení]


τῶν δὲ Δημοκρίτου, ἔφη, εἰδώλων, ὥσπερ Αἰγιέων ἢ Μεγαρέων, ἀριθμὸς οὐδεὶς οὐδὲ λόγος· ἅ φησιν ἐκεῖνος ἐξιέναι τοὺς φθονοῦντας, οὔτ᾿ αἰσθήσεως ἄμοιρα παντάπασιν οὔθ᾿ ὁρμῆς ἀνάπλεά τε τῆς ἀπὸ τῶν προϊεμένων μοχθηρίας καὶ βασκανίας, μεθ᾿ ἧς ἐμπλασσόμενα καὶ παραμένοντα καὶ συνοικοῦντα τοῖς βασκαινομένοις ἐπιταράττειν καὶ κακοῦν αὐτῶν τό τε σῶμα καὶ τὴν διάνοιαν· οὕτω γὰρ οἶμαί πως τὸν ἄνδρα τῆι δόξηι, τῆι δὲ λέξει δαιμονίως λέγειν καὶ μεγαλοπρεπῶς.