68 DK A 65
Démokritos (zachoval Aristotelés ve spisu Physica, VIII, 1; 252a 32)[Přepnout na jednoduché zobrazení]
ὅλως δὲ τὸ νομίζειν ἀρχὴν εἶναι ταύτην ἱκανήν, ὅτι ἀεὶ ἔστιν οὕτως ἢ γίγνεται, οὐκ ὀρθῶς ἔχει ὑπολαβεῖν, ἐφ᾿ ὃ Δημόκριτος ἀνάγει τὰς περὶ φύσεως αἰτίας ὡς οὕτω καὶ τὰ πρότερον ἐγίνετο· τοῦ δὲ ἀεὶ οὐκ ἀξιοῖ ἀρχὴν ζητεῖν.