Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
9 DK B 34
Akúsilaos (zachoval ? Scholia: Homér ve spisu Scholia Homer. QV, in lambda 520)





[Přepnout na jednoduché zobrazení]


Εὐρύπυλος ὁ ᾿Αστυόχης καὶ Τηλέφου τοῦ ῾Ηρακλέους παῖς λαχὼν τὴν πατρώιαν ἀρχὴν τῆς Μυσίας προίστατο. πυθόμενος δὲ Πρίαμος περὶ τῆς τούτου δυνάμεως ἔπεμψεν ὡς αὐτόν, ἵνα παραγένηται σύμμαχος. εἰπόντος δὲ αὐτοῦ, ὡς οὐκ ἐξῆν αὐτῶι διὰ τὴν μητέρα, ἔπεμψεν ὁ Πρίαμος τῆι μητρὶ αὐτοῦ δῶρον ᾿Αστυόχηι χρυσῆν ἄμπελον· ἡ δὲ λαβοῦσα τὴν ἄμπελον τὸν υἱὸν ἔπεμψεν ἐπὶ στρατείαν, ὃν Νεοπτόλεμος ὁ τοῦ ᾿Αχιλλέως υἱὸς ἀναιρεῖ· ἡ δὲ ἱστορία παρὰ ᾿Ακουσιλάωι.