Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 49
Démokritos (zachoval Galénos ve spisu De elementis sec. Hipp., I, 2 (I, 417 K.; 3, 20 Helmr.))





[Přepnout na jednoduché zobrazení]


᾿νόμωι γὰρ χροιή, νόμωι γλυκύ, νόμωι πικρόν, ἐτεῆι δ᾿ ἄτομα καὶ κενόν᾿ (Β 125) ὁ Δημόκριτος φησιν ἐκ τῆς συνόδου τῶν ἀτόμων γίγνεσθαι νομίζων ἁπάσας τὰς αἰσθητὰς ποιότητας ὡς πρὸς ἡμᾶς τοὺς αἰσθανομένους αὐτῶν, φύσει δ᾿ οὐδὲν εἶναι λευκὸν ἢ μέλαν ἢ ξανθὸν ἢ ἐρυθρὸν ἢ πικρὸν ἢ γλυκύ· τὸ γὰρ δὴ ᾿νόμωι᾿ ταὐτὸ βούλεται τῶι οἷον ᾿νομιστί᾿ καὶ ᾿πρὸς ἡμᾶς᾿, οὐ κατ᾿ αὐτῶν τῶν πραγμάτων τὴν φύσιν, ὅπερ αὖ πάλιν ᾿ἐτεῆι᾿ καλεῖ, παρὰ τὸ ᾿ἐτεόν᾿, ὅπερ ἀληθὲς δηλοῖ, ποιήσας τοὔνομα. καὶ εἴη ἂν ὁ σύμπας νοῦς αὐτοῦ τοῦ λόγου τοιόσδε· νομίζεται μέν τι παρὰ τοῖς ἀνθρώποις λευκόν τε εἶναι καὶ μέλαν καὶ γλυκὺ καὶ πικρὸν καὶ τἆλλα πάντα τὰ τοιαῦτα, κατὰ δὲ τὴν ἀλήθειαν δὲν καὶ μηδέν ἐστι τὰ πάντα (cfr. B 156)· καὶ γὰρ αὖ καὶ τοῦτ᾿ εἴρηκεν αὐτός, ᾿δέν᾿ μὲν τὰς ἀτόμους ὀνομάζων, ᾿μηδέν᾿ δὲ τὸ κενόν. αἱ μὲν οὖν ἄτομοι σύμπασαι σώματα οὖσαι σμικρὰ χωρὶς ποιοτήτων εἰσί, τὸ δὲ κενὸν χώρα τις, ἐν ἧι φερόμενα ταυτὶ τὰ σώματα ἄνω τε καὶ κάτω σύμπαντα διὰ παντὸς τοῦ αἰῶνος ἢ περιπλέκεταί πως ἀλλήλοις ἢ προσκρούει καὶ ἀποπάλλεται, καὶ διακρίνει δὲ καὶ συγκρίνει πάλιν εἰς ἄλληλα κατὰ τὰς τοιαύτας ὁμιλίας κἀκ τούτου τά τε ἄλλα συγκρίματα πάντα ποιεῖ καὶ τὰ ἡμέτερα σώματα καὶ τὰ παθήματα αὐτῶν καὶ τὰς αἰσθήσεις. ἀπαθῆ δ᾿ ὑποτίθενται τὰ σώματα εἶναι τὰ πρῶτα (τινὲς μὲν αὐτῶν ὑπὸ σκληρότητος ἄθραυστα, καθάπερ οἱ περὶ ᾿Επίκουρον (Epicur. p. 205, 29 Us.), ἔνιοι δὲ ὑπὸ σμικρότητος ἀδιαίρετα, καθάπερ οἱ περὶ τὸν Λεύκιππον), ἀλλ᾿ οὐδ᾿ ἀλλοιοῦσθαι κατά τι δυνάμενα ταύτας δὴ τὰς ἀλλοιώσεις, ἃς ἅπαντες ἄνθρωποι πεπιστεύκασιν εἶναι, διδαχθέντες ὑπὸ τῶν αἰσθήσεων, οἷον οὔτε θερμαίνεσθαί τί φασιν ἐκείνων οὔτε ψύχεσθαι, κατὰ δὲ τὸν αὐτὸν τρόπον οὔτε ξηραίνεσθαι οὔθ᾿ ὑγραίνεσθαι, πολὺ δὲ δὴ μᾶλλον ἔτι μήτε λευκαίνεσθαι μήτε μελαίνεσθαι μήτ᾿ ἄλλην τινὰ ὅλως ἐπιδέχεσθαι ποιότητα κατὰ μηδεμίαν μεταβολήν.