Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 46a
Démokritos (zachoval Aristotelés ve spisu De caelo, III, 7; 305b 1n.)





[Přepnout na jednoduché zobrazení]


οἱ μὲν οὖν περὶ ᾿Εμπεδοκλέα καὶ Δημόκριτος λανθάνουσιν αὐτοὶ αὑτοὺς οὐ γένεσιν ἐξ ἀλλήλων ποιοῦντες ἀλλὰ φαινομένην γένεσιν ...
(b 12) τὸ δὲ λεπτομερέστερον ἐν πλείονι τόπωι γίγνεται. φανερὸν δὲ τοῦτό γε καὶ ἐν τῆι μεταβάσει· διατμιζομένου γὰρ καὶ πνευματουμένου τοῦ ὑγροῦ ῥήγνυται τὰ περιέχοντα τοὺς ὄγκους ἀγγεῖα διὰ τὴν στενοχωρίαν. ὥστ᾿ εἰ μὲν ὅλως μὴ ἔστι κενὸν μηδ᾿ ἐπεκτείνεται τὰ σώματα, καθάπερ φασὶν οἱ ταῦτα λέγοντες, φανερὸν τὸ ἀδύνατον· εἰ δ᾿ ἔστι κενὸν καὶ ἐπέκτασις, ἄλογον τὸ ἐξ ἀνάγκης ἀεὶ πλείω τόπον ἐπιλαμβάνειν τὸ χωριζόμενον.