Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 20
Démokritos (zachoval Iúlianos Imper. ve spisu Ep., 201bc)





[Přepnout na jednoduché zobrazení]


φασὶ γὰρ Δημόκριτον τὸν ᾿Αβδηρίτην, ἐπειδὴ Δαρείωι γυναικὸς καλῆς ἀλγοῦντι θάνατον οὐκ εἶχεν ὅτι ἂν εἰπὼν εἰς παραμυθίαν ἀρκέσειεν, ὑποσχέσθαι οἱ τὴν ἀπελθοῦσαν εἰς φῶς ἀνάξειν, ἢν ἐθελήσηι τῶν εἰς τὴν χρείαν ἡκόντων ὑποστῆναι τὴν χορηγίαν. κελεύσαντος δ᾿ ἐκείνου μὴ φείσασθαι μηδενὸς ὅτι ἂν ἐξῆι λαβόντα τὴν ὑπόσχεσιν ἐμπεδῶσαι, μικρὸν ἐπισχόντα χρόνον εἰπεῖν, ὅτι τὰ μὲν ἄλλα αὐτῶι πρὸς τὴν τοῦ ἔργου πρᾶξιν συμπορισθείη, μόνου δὲ ἑνὸς προσδέοιτο ὃ δὴ αὐτὸν μὲν οὐκ ἔχειν ὅπως ἂν λάβοι, Δαρεῖον δὲ ὡς βασιλέα τῆς ὅλης ᾿Ασίας οὐ χαλεπὸν ἂν ἴσως εὑρεῖν. ἐρομένου δ᾿ ἐκείνου, τί ἂν εἴη τοσοῦτον ὃ μόνωι βασιλεῖ γνωσθῆναι συγχωρεῖται, ὑπολαβόντα φῆσαι τὸν Δημόκριτον, εἰ τριῶν ἀπενθήτων ὀνόματα τῶι τάφωι τῆς γυναικὸς ἐπιγράψειεν, εὐθὺς αὐτὴν ἀναβιώσεσθαι τῶι τῆς τελετῆς νόμωι δυσωπουμένην. ἀπορήσαντος δὲ ἐπὶ πολὺ τοῦ Δαρείου καὶ μηδένα ἄνδρα δυνηθέντος εὑρεῖν, ὅτωι μὴ καὶ παθεῖν λυπηρόν τι συνηνέχθη, γελάσαντα συνήθως τὸν Δημόκριτον εἰπεῖν·
᾿τί οὖν, ὦ πάντων ἀτοπώτατε, θρηνεῖς ἀνέδην ὡς μόνος ἀλγεινῶι τοσούτωι συμπλακεὶς ὁ μηδὲ ἕνα τῶν πώποτε γεγονότων ἄμοιρον οἰκείου πάθους ἔχων εὑρεῖν;᾿