Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 17a
Démokritos (zachoval Plútarchos ve spisu Quaestiones convivales, I, 10, 2; p. 628c)





[Přepnout na jednoduché zobrazení]


ταὐτὸ πεισόμεθα Δημοκρίτωι τῶι σοφῶι διὰ φιλολογίαν. καὶ γὰρ ἐκεῖνος ὡς ἔοικε τρώγων σίκυον, ὡς ἐφάνη μελιτώδης ὁ χυμός, ἠρώτησε τὴν διακονοῦσαν, ὁπόθεν πρίαιτο· τῆς δὲ κῆπόν τινα φραζούσης, ἐκέλευσεν ἐξαναστὰς ἡγεῖσθαι καὶ δεικνύναι τὸν τόπον· θαυμάζοντος δὲ τοῦ γυναίου καὶ πυνθανομένου τί βούλεται· ᾿τὴν αἰτίαν᾿ ἔφη ᾿δεῖ με τῆς γλυκύτητος εὑρεῖν, εὑρήσω δὲ τοῦ χωρίου γενόμενος θεατής.᾿ ᾿κατάκεισο δή᾿ τὸ γύναιον εἶπε μειδιῶν, ᾿ἐγὼ γὰρ ἀγνοήσασα τὸ σίκυον εἰς ἀγγεῖον ἐθέμην μεμελιτωμένον᾿. ὁ δ᾿ ὥσπερ ἀχθεσθείς ᾿ἀπέκναισας᾿ εἶπε ᾿καὶ οὐδὲν ἧττον ἐπιθήσομαι τῶι λόγωι καὶ ζητήσω τὴν αἰτίαν᾿, ὡς ἂν οἰκείου καὶ συγγενοῦς οὔσης τῶι σικύωι τῆς γλυκύτητος.