Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 16
Démokritos (zachoval Ailiános Klaudios ve spisu Varia historia, IV, 20)





[Přepnout na jednoduché zobrazení]


Δημόκριτον τὸν ᾿Αβδηρίτην λόγος ἔχει τά τε ἄλλα γενέσθαι σοφὸν καὶ δὴ καὶ ἐπιθυμῆσαι λαθεῖν, καὶ ἐν ἔργωι θέσθαι σφόδρα πάνυ τοῦτο. διὰ ταῦτά τοι καὶ πολλὴν ἐπήιει γῆν. ἧκεν οὖν πρὸς τοὺς Χαλδαίους καὶ εἰς Βαβυλῶνα καὶ πρὸς τοὺς μάγους καὶ τοὺς σοφιστὰς τῶν ᾿Ινδῶν. τὴν παρὰ τοῦ Δαμασίππου τοῦ πατρὸς οὐσίαν ἐς τρία μέρη νεμηθεῖσαν τοῖς ἀδελφοῖς τοῖς τρισίν, τἀργύριον μόνον λαβὼν ἐφόδιον τῆς ὁδοῦ τὰ λοιπὰ τοῖς ἀδελφοῖς εἴασεν· διὰ ταῦτά τοι καὶ Θεόφραστος αὐτὸν ἐπήινει, ὅτι περιήιει κρείττονα ἀγερμὸν ἀγείρων Μενέλεω καὶ ᾿Οδυσσέως (III, 301; IV 80. 90). ἐκεῖνοι μὲν γὰρ ἠλῶντο, αὐτόχρημα Φοινίκων ἐμπόρων μηδὲν διαφέροντες· χρήματα γὰρ ἤθροιζον καὶ τῆς περιόδου καὶ τοῦ περίπλου ταύτην εἶχον τὴν πρόφασιν.