Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
68 DK A 2
Démokritos (zachoval Suda ve spisu Lexicon Suda)





[Přepnout na jednoduché zobrazení]


Δημόκριτος ῾Ηγησιστράτου (οἱ δὲ ᾿Αθηνοκρίτου ἢ Δαμασίππου) γεγονὼς ὅτε καὶ Σωκράτης ὁ φιλόσοφος κατὰ τὴν οζ ὀλυμπιάδα (-472/-469) (οἱ δὲ κατὰ τὴν π (-460/-457) φασίν)· ᾿Αβδηρίτης ἐκ Θράικης, φιλόσοφος, μαθητὴς κατά τινας ᾿Αναξαγόρου καὶ Λευκίππου, ὡς δέ τινες, καὶ μάγων καὶ Χαλδαίων Περσῶν· ἦλθε γὰρ καὶ εἰς Πέρσας καὶ ᾿Ινδοὺς καὶ Αἰγυπτίους καὶ τὰ παρ᾿ ἑκάστοις ἐπαιδεύθη σοφά. εἶτα ἐπανῆλθε καὶ τοῖς ἀδελφοῖς συνῆν ῾Ηροδότωι καὶ Δαμάστηι. ἦρξε δὲ ἐν ᾿Αβδήροις διὰ τὴν ἑαυτοῦ σοφίαν τιμηθείς. μαθητὴς δὲ αὐτοῦ διαφανὴς ἐγένετο Μητρόδωρος ὁ Χῖος, οὗ πάλιν ἀκροαταὶ ᾿Ανάξαρχος καὶ ῾Ιπποκράτης ὁ ἰατρός. ἐπεκλήθη δὲ Σοφία ὁ Δημόκριτος καὶ Γελασῖνος δὲ διὰ τὸ γελᾶν πρὸς τὸ κενόσπουδον τῶν ἀνθρώπων· γνήσια δὲ αὐτοῦ βιβλία εἰσὶ δύο, ὅ τε Μέγας διάκοσμος καὶ τὸ Περὶ φύσεως κόσμου. ἔγραψε δὲ καὶ ᾿Επιστολάς.