67 DK A 33
Leukippos (zachoval Epifanios ve spisu Adversus haereses, III, 2, 9)[Přepnout na jednoduché zobrazení]
Λεύκιππος ὁ Μιλήσιος, κατὰ δέ τινας ᾿Ελεάτης, καὶ οὗτος ἐριστικός. ἐν ἀπείρωι καὶ οὗτος τὸ πᾶν ἔφη εἶναι, κατὰ φαντασίαν δὲ καὶ δόκησιν τὰ πάντα γίνεσθαι καὶ μηδὲν κατὰ ἀλήθειαν, ἀλλ᾿ οὕτω φαίνεσθαι κατὰ τὴν ἐν τῶι ὕδατι κώπην.