67 DK A 32
Leukippos (zachoval Áetios ve spisu Placita philosophorum, IV, 9, 8)[Přepnout na jednoduché zobrazení]
οἱ μὲν ἄλλοι φύσει τὰ αἰσθητά, Λεύκιππος δὲ [καὶ] Δημόκριτος καὶ Διογένης νόμωι, τοῦτο δ᾿ ἐστὶ δόξηι καὶ πάθεσι τοῖς ἡμετέροις. μηδὲν δ᾿ εἶναι ἀληθὲς μηδὲ καταληπτὸν ἐκτὸς τῶν πρώτων στοιχείων, ἀτόμων καὶ κενοῦ. ταῦτα γὰρ εἶναι μόνα φύσει, τὰ δ᾿ ἐκ τούτων θέσει καὶ τάξει καὶ σχήματι διαφέροντα ἀλλήλων συμβεβηκότα.