67 DK A 17
Leukippos (zachoval Hermiás Apologéta ve spisu Irrisio gentilium philosophorum, 12, 8)[Přepnout na jednoduché zobrazení]
ταῦτα γάρ τοι πάντα ὁ Λεύκιππος λῆρον ἡγούμενος ἀρχὰς εἶναί φησι τὰ ἄπειρα καὶ ἀεικίνητα καὶ ἐλάχιστα· καὶ τὰ μὲν λεπτομερῆ ἄνω χωρήσαντα πῦρ καὶ ἀέρα γενέσθαι, τὰ δὲ παχυμερῆ κάτω ὑποστάντα ὕδωρ καὶ γῆν.