Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
1 DK A 15
Orfika (zachoval Diodóros S. ve spisu Bibliotheca historica, V, 64, 4)





[Přepnout na jednoduché zobrazení]


ἔνιοι δ᾿ ἱστοροῦσιν, ὧν ἐστι καὶ ῎Εφορος (FGrHist. 70 F 104; II,68), τοὺς ᾿Ιδαίους Δακτύλους γενέσθαι μὲν κατὰ τὴν ῎Ιδην τὴν ἐν Φρυγίαι, διαβῆναι δὲ μετὰ Μυγδόνος εἰς τὴν Εὐρώπην· ὑπάρξαντας δὲ γόητας ἐπιτηδεῦσαι τάς τε ἐπωιδὰς καὶ τελετὰς καὶ μυστήρια, καὶ περὶ Σαμοθράικην διατρίψαντας οὐ μετρίως ἐν τούτοις ἐκπλήττειν τοὺς ἐγχωρίους· καθ᾿ ὃν δὴ χρόνον καὶ τὸν ᾿Ορφέα, φύσει διαφόρωι κεχορηγημένον πρὸς ποίησιν καὶ μελωιδίαν, μαθητὴν γενέσθαι τούτων καὶ πρῶτον εἰς τοὺς ῞Ελληνας ἐξενεγκεῖν τελετὰς καὶ μυστήρια.