Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
8 Thesleff Fr 2
Theagenés (zachoval Stobaios ve spisu Anthologium, III, 1, 118; p. 81 He. (Mullach II; p. 20))





[Přepnout na jednoduché zobrazení]


᾿Εν ταὐτῷ. ᾿Επεὶ δὲ ἁ τοῦ ἤθεος ἀρετὰ περὶ πάθεα, τῶν δὲ παθέων ἁδονὰ καὶ λύπα ὑπέρτατα, φανερὸν ὅτι οὐκ ἐν τῷ ὑπεξελέσθαι τὰ πάθεα τᾶς ψυχᾶς, ἁδονὰν καὶ λύπαν, ἁ ἀρετὰ πέπτωκεν, ἀλλ᾿ ἐν τῷ ταῦτα συναρμόζεσθαι. οὐδὲ γὰρ ὑγίεια, εὐκρατία τις ἔασα τῶν τῶ σώματος δυναμίων, ἐν τῷ ὑπεξελέσθαι τὸ θερμὸν καὶ τὸ ψυχρὸν καὶ τὸ ὑγρὸν καὶ τὸ ξηρὸν πέπτωκεν, ἀλλ᾿ ἐν τῷ ταῦτα συγκερασθῆμεν· ἔντι γὰρ οἷον συμμετρία τις τούτων· οὐδ᾿ ἐν τᾷ μουσικᾷ ἐν τῷ ὑπεξελέσθαι τὸ ὀξὺ καὶ τὸ βαρὺ τὸ σύμφωνον πέπτωκεν, ἀλλ᾿ ἐν τῷ ταῦτά πως συναρμόξασθαι. συναρμοσμένων γὰρ τῶ ὀξέος καὶ τῶ βαρέος τὸ μὲν σύμφωνον ἐναπολαμβάνεται, τὸ δὲ διάφωνον ἐκκρούεται· συναρμοσμένων δὲ καὶ τοῦ θερμοῦ καὶ τοῦ ψυχροῦ καὶ τοῦ ὑγροῦ καὶ τοῦ ξηροῦ ἁ μὲν ὑγίεια γίνεται, ἁ δὲ νόσος ἀπόλλυται· συναρμοσμένων δὲ καὶ τοῦ θυμοῦ καὶ τᾶς ἐπιθυμίας αἱ μὲν κακίαι καὶ τὰ πάθεα ἐξαιρέονται, αἱ δ᾿ ἀρεταὶ καὶ τὰ ἤθεα ἐγγίγνονται. ἰδιαίτατον δὲ τᾶς τοῦ ἤθεος ἀρετᾶς ἁ προαίρεσις ἁ ἐν τοῖς καλοῖς. λόγῳ γὰρ καὶ δυνάμει συγχρέεσθαι δυνατὸν καὶ ἄνευ ἀρετᾶς, προαιρέσει δ᾿ οὐ δυνατόν· τὸ γὰρ ἀξίωμα τοῦ ἤθεος ἁ προαίρεσις σαμαίνει. διὸ καὶ μετὰ βίας μὲν ἐπικρατέων ὁ λογισμὸς θυμοῦ καὶ ἐπιθυμίας ἐγκράτειαν καὶ καρτερίαν ἐμποιεῖ, μετὰ βίας δὲ πάλιν ἐκβιασθεὶς αὐτὸς ὑπὸ τῶ ἀλόγω, ἀκρασίαν καὶ μαλακίαν. ταὶ δὲ τοιαῦται διαθέσιες τᾶς ψυχᾶς ἡμιτελέες μὲν ἀρεταί, ἡμιτελέες δὲ κακίαι τυγχάνοντι. ὁ μὲν γὰρ λογισμὸς ὑγιαίνει, τὰ δ᾿ ἄλογα μέρεα τᾶς ψυχᾶς νοσεῖ. καὶ καθὸ μὲν ἄρχεται καὶ ἄγεται ὁ θυμὸς καὶ ἁ ἐπιθυμία ὑπὸ τῶ λόγον ἔχοντος μέρεος τᾶς ψυχᾶς, ἁ ἐγκράτεια καὶ ἁ καρτερία ἀρεταὶ τυγχάνοντι, καθὸ δὲ μετὰ βίας ἀλλ᾿ οὐχ ἑκουσίως τοῦτο πράσσοντι, κακίαι τυγχάνοντι. δεῖ γὰρ τὰν ἀρετὰν μὴ μετὰ λύπας ἀλλὰ μεθ᾿ ἁδονᾶς τὰ δέοντα (193) πράσσεν. πάλιν δέ, καθὸ μὲν ἐπικρατεῖ ὁ θυμὸς καὶ ἁ ἐπιθυμία τῶ λογισμῶ, μαλακίαν καὶ ἀκρατίαν ἐπιφέροντα, κακίαι τινὲς τυγχάνοντι· καθὸ δὲ μετὰ λύπας χαρίζονται τοῖς πάθεσιν, εἰδότες ὅτι ἀμπλακίσκοντι τῶ ὑγιὲς εἶμεν τὸ ὄμμα τᾶς ψυχᾶς, ταύτᾳ δ᾿ οὐ κακίαι. πάλιν ὦν αὐτό γε τοῦτο φανερόν, ὅτι ἑκουσίως δεῖ τὰν ἀρετὰν τὰ δέοντα πράσσεν. τὸ μὲν ἀκούσιον οὐκ ἄνευ λύπας καὶ φόβω· τὸ δ᾿ ἑκούσιον οὐκ ἄνευ ἁδονᾶς καὶ φιλοφροσύνας. ἅμα δὲ καὶ ὁ λόγος ὁ τᾶς διαιρέσιος συμπέσοι κα περὶ τῶ ταῦθ᾿ οὕτως ἔχεν. ἁ μὲν γὰρ γνῶσις καὶ ἁ ὅρασις τῶν πραγμάτων τῶ λόγον ἔχοντος μέρεος ἐντὶ τᾶς ψυχᾶς· ἁ δὲ δύναμις τῶ ἀλόγω. τὸ γὰρ ἀντέχεν μὲν δύνασθαι τοῖς πόνοις, ἐπικρατεῖν δὲ τᾶν ἁδονᾶν, οἰκεῖόν ἐντι τῶ ἀλόγω μέρεος τᾶς ψυχᾶς. ἁ δὲ προαίρεσις ἐν ἀμφοτέροις αὐτοῖς γίνεται, καὶ τῷ λόγον ἔχοντι μέρει τᾶς ψυχᾶς καὶ τῷ ἀλόγῳ· σύγκειται γὰρ ἐκ διανοίας καὶ ὀρέξιος, ὧν ἁ μὲν διάνοια τῶ λόγον ἔχοντός ἐντι, ἁ δ᾿ ὄρεξις τῶ ἀλόγω. διὸ καὶ ἀρετὰ πᾶσα ἐν συναρμογᾷ γίνεται τῶν μερέων τᾶς ψυχᾶς, καὶ τὸ ἑκούσιον δὲ καὶ τὸ προαιρετὸν πάντως ἐν τᾷ ἀρετᾷ.