Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
8 Thesleff Fr 1
Theagenés (zachoval Stobaios ve spisu Anthologium, III, 1, 117; p. 76 He. (fr. 4, phil. Graec. II; p. 18 sqq. Mullach.))





[Přepnout na jednoduché zobrazení]


(190) Θεάγους Πυθαγορείου ἐκ τοῦ Περὶ ἀρετῆς. ᾿Αρχαὶ τᾶς συμπάσας ἀρετᾶς τρεῖς· γνῶσις καὶ δύναμις καὶ προαίρεσις. καὶ ἔστιν ἁ μὲν γνῶσις οἷον ὄψις ᾇ θεωροῦμεν καὶ κρίνομεν τὰ πράγματα, ἁ δὲ δύναμις οἷον ἀλκά τις τῶ σκάνιος ᾇ ὑφιστάμεθα καὶ ἐμμένομεν τοῖς πράγμασιν, ἁ δὲ προαίρεσις οἷον χεῖρες ψυχᾶς τινες αἷς ὁρμῶμεν καὶ ἀντιλαζύμεθα τῶν πραγμάτων. ἔχει δὲ καὶ ὁ τᾶς ψυχᾶς διάκοσμος οὕτως. τὸ μὲν γάρ τι αὐτᾶς ἐντι λογισμὸς τὸ δὲ θυμὸς τὸ δ᾿ ἐπιθυμία, λογισμὸς μὲν ὁ κρατέων τᾶς γνώσιος, θυμὸς δὲ ὁ κρατέων τῶ μένεος, ἐπιθυμία δὲ ἁ κρατοῦσα τοῦ ἐπιθυμητικοῦ εἴδεος. ὅκκα οὖν ἐς τὸ ἓν τὰ τρία ταῦτα μόλῃ μίαν ἐπιδεξάμενα συναρμογάν, τόκα δὲ γίνεται ἀρετὰ καὶ ὁμολογία ἐν τᾷ ψυχᾷ· ὅκκα δὲ στασιάζοντα καὶ ἀπ᾿ ἀλλάλων ἀπόσπαστα ᾖ, τόκα δὲ γίνεται κακία καὶ ἀναρμοστία ἐν τᾷ ψυχᾷ. καὶ ὅκκα μὲν ὁ λογισμὸς ἐπικρατέῃ τῶν ἀλόγων μερέων τᾶς ψυχᾶς, τόκα δὲ γίνεται καρτερία καὶ ἐγκράτεια, καρτερία μὲν ἐν τᾷ κατοχᾷ τῶν πόνων, ἐγκράτεια δὲ ἐν τᾷ κατοχᾷ τῶν ἁδέων. ὅκκα δὲ τὰ ἄλογα μέρεα τᾶς ψυχᾶς ἐπικρατῇ τῶ λογισμῶ, τόκα δὲ γίνεται μαλακία καὶ ἀκρατία· μαλακία μὲν ἐν τῷ φεύγειν τὼς πόνως, ἀκρατία δὲ ἐν τῷ νικῆσθαι ὑπὸ τῶν ἁδέων. ὅκκα δὲ τὸ μὲν κρεῖσσον ἄρχῃ μέρος τᾶς ψυχᾶς, τὸ δὲ χέρῃον ἄρχηται, καὶ τὸ μὲν ἁγῆται τὸ δ᾿ ἕπηται, ἀμφότερα δὲ συνευδοκῆται καὶ συνομολογῆται ἀλλάλοις, τόκα δὲ γίνεται ἀρετὰ καὶ παναγαθία περὶ ὅλαν τὰν ψυχάν. καὶ ὅκκα μὲν τὸ ἐπιθυματικὸν ἕπηται μέρος τᾶς ψυχᾶς τῷ λογιστικῷ, γίνεται σωφροσύνα· ὅκκα δὲ τὸ θυμοειδές, ἀνδρειότας· ὅκκα δὲ τὰ μέρεα πάντα, δικαιότας. αὕτα γάρ ἐστιν ἁ διείργουσα τάς τε κακίας πάσας τᾶς ψυχᾶς καὶ τὰς ἀρετὰς ἀπ᾿ ἀλλάλων. καὶ ἔστιν ἁ δικαιότας οἷον (191) σύσταμά τι τᾶς ἁρμογᾶς τῶν μερέων τᾶς ψυχᾶς καὶ ἀρετὰ τελεία καὶ πανυπερτάτα· πάντα γὰρ ἐν ταύτᾳ· τὰ δ᾿ ἄλλ᾿ ἀγαθὰ τᾶς ψυχᾶς οὐκ ἄτερθε ταύτας. διόπερ καὶ ἐν θεοῖς μέγα κράτος ἔχει ἁ δικαιότας καὶ ἐν ἀνθρώποις· τῶ γὰρ ὅλω καὶ τῶ παντὸς ἅδ᾿ ἁρετὰ συνέχει τὰν κοινωνίαν καὶ τὰν ἐν θεοῖς καὶ τὰν ἐν ἀνθρώποις. θέμις γε οὖν φατίζεται παρὰ τοῖς οὐρανίοις θεοῖς, δίκα δὲ παρὰ τοῖς χθονίοις, νόμος δὲ παρὰ τοῖς ἀνθρώποις. ταῦτα δ᾿ ἐντὶ σαμεῖα καὶ σύμβολα τοῦ τὰν δικαιότατα πανυπερτάταν εἶναι ἀρετάν. καὶ ἄλλως δὲ πιστοῦται ὁ λόγος ἐξ αὐτῶν· ὅκκα μὲν γὰρ ὁ νόος τᾶς ψυχᾶς ἀμβλακίσκῃ, ὀνυμάζεται ἁ τοιάδε διάθεσις ἀφροσύνα· ὅκκα δὲ ὁ θυμός, θρασύτας ἢ δειλία· ὅκκα δὲ ἐπιθυμία, ἀκρασία· καὶ ὅκκα μὲν ἐπὶ τὸ μῇον ἀμβλακίσκῃ ὁ νόος, ἀφροσύνα, ὅκκα δ᾿ ἐπὶ τὸ μέζον, πανουργία· καὶ ὅκκα μὲν ἐπὶ τὸ μῇον ἀμβλακίσκῃ ὁ θυμός, δειλία, ὅκκα δ᾿ ἐπὶ τὸ μέζον, θράσος· καὶ ὅκκα μὲν ἐπὶ τὸ μεῖον ἀμβλακίσκῃ ἁ ἐπιθυμία, μισαδονία· ὅκκα δ᾿ ἐπὶ τὸ μέζον, ἀκολασία· ὅλως δὲ ἁ μὲν οὐ κατ᾿ ὀρθὸν λόγον συναρμογά, κακία· αὕτα δ᾿ ὅκκα μὲν μηδενὸς ἕκατι γένηται, καλέεται ἀβελτερία· ὅκκα δὲ φόβω, δειλία, ὅκκα δὲ ἁδονᾶς, ἀκολασία, ὅκκα δὲ κέρδεος, ἀδικία. ἁ δὲ κατ᾿ ὀρθὸν λόγον αὐτᾶς σύνταξις, ὅκκα μὲν ἐν τῷ θεωρὲν καὶ κρίνεν γένηται, καλέεται φρόνασις· ὅκκα δὲ ἐν τῷ ὑφίστασθαι ... τὰ ἁδέα, σαοφροσύνα· ὅκκα δ᾿ ἐν τῷ κέρδεος ἀποσχέσθαι καὶ βλάβας τᾶς εἰς τὸν πλατίον, δικαιότας. ἁ δὲ κατὰ τὸν ὀρθὸν λόγον αὐτᾶς σύνταξις καὶ παρὰ τὸν ὀρθὸν λόγον παράβασις, τῶ δέοντός ἐστι στοχασμὸς καὶ τῶ μὴ δέοντος ἀπόπτωσις. ἔστι δὲ τὸ μὲν δέον, ὃ δεῖ ἦμεν· τοῦτο δὲ οὐκ ἀφαιρέσιος οὐδὲ προσθέσιος δέεται· αὐτὸ γάρ ἐστιν ὃ δεῖ ἦμεν. τῶ δὲ μὴ δέοντος εἴδεα δύο, τὸ μὲν ὑπερβολά, τὸ δ᾿ ἔλλειψις. καὶ ἁ μὲν ὑπερβολὰ τὸ πλέον τῶ δέοντός ἐντι, ἁ δ᾿ ἔλλειψις τὸ ἔλαττον. ἁ δ᾿ ἀρετὰ ἕξις τίς ἐντι τῶ δέοντος· διόπερ καὶ ἀκρότας καὶ μεσότας εὐθέως ἐντί· ἀκρότας μέν, διότι τῶ δέοντος ἔχεται· μεσότας δέ, ὅτι μεταξὺ τᾶς ὑπερβολᾶς καὶ τᾶς ἐλλείψιός ἐντιν. οὕτως γὰρ καὶ μεσότατες τυγχάνοντι καὶ ἀκρότατες· μεσότατες μέν, ὅτι ἐκτὸς (192) τᾶς ὑπερβολᾶς καὶ τᾶς ἐλλείψιος πίπτοντι· ἀκρότατες δέ, ὅτι οὔτε προσθέσιος οὔτ᾿ ἀφαιρέσιος δέονται· αὐτὰ γὰρ ἐντὶ ταῦτα, ἃ δεῖ αὐτὰ ἦμεν.