Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
54 Thesleff Sp 2
Kleiniás (zachoval Stobaios , III,1,76 p. 31 He.)





[Přepnout na jednoduché zobrazení]


Κλεινίου Πυθαγορείου Ταραντίνου ἐκ τοῦ Περὶ ὁσιότητος καὶ εὐσεβείας. ῾Οπότας δὲ ἕξω τὰς αἰτίας ἀναιρεῖν, δι᾿ ἃς ἀδικεῖν πέφυκεν ἄνθρωπος; αὗται δὲ τρεῖς τυγχάνοντι· φιλαδονία μὲν ἐν ταῖς ἀπολαύσεσι ταῖς διὰ σώματος, πλεονεξία δὲ ἐν τῷ κερδαίνειν· φιλοδοξία δὲ ἐν τῷ καθυπερέχειν καὶ <ἄρχειν τῶν> ἴσων τε καὶ ὁμοίων. δεῖ τοιγαροῦν γνωρίζειν, ὅτι τούτοις ἀντιτιθέμεν οἷόν τέ ἐστιν, ἃ μὲν φόβον ἐμπαρασκευάζοντι τοῖς ἀνθρώποις, ἃ δὲ αἰσχύναν, ἃ δὲ καὶ ἐπιθυμίαν· φόβον μὲν δὴ τῶν νόμων, αἰσχύναν δὲ τῶν θεῶν, ἐπιθυμίαν δὲ τῶν λόγων. διδάσκειν ὦν δεῖ τὼς νέως ἐξ ἀρχᾶς τάν τε τῶν θεῶν τιμὰν καὶ τὰν τῶν νόμων· ἐκ τῶνδε γὰρ φανερὸν ἂν εἴη, ὅτι πᾶν ἔργον ἀνθρώπινον καὶ βίος [ὃς] ὁσιότατός τε καὶ εὐσεβείας μεθέξει, καὶ ὀρθοπλοιεῖ.




H. Thesleff, The Pythagorean texts of the Hellenistic period. Abo, Abo Akademi, 1965: Περὶ ὁσιότητος καὶ εὐσεβείας. Mullach 2 p. 24