Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
51 Thesleff Sp 2
Ekfantos (zachoval Stobaios ve spisu Anthologium, IV, 7. 64; p. 271 He. (L. Delatte p. 26))





[Přepnout na jednoduché zobrazení]


᾿Εκφάντου Πυθαγορείου ἐκ τοῦ Περὶ βασιλείας. ῞Οτι μὲν ἅπαντος ζῴω φύσις ποτί τε τὸν κόσμον ἅρμοκται καὶ τὰ ἐν τῷ κόσμῳ πολλοῖς μοι δοκεῖ τεκμαρίοις φανερὸν ἦμεν. συμπνείουσα γὰρ αὐτῷ καὶ συνδεδεμένα τὰν ἀρίσταν τε ἅμα καὶ ἀναγκαίαν ἀκολουθίαν ὀπαδεῖ ῥύμᾳ τῶ παντὸς περιαγεομένω ποτί τε τὰν κοινὰν εὐκοσμίαν καὶ ποττὰν ἴδιον ἑκάστω διαμονάν· παρὸ καὶ τόδε κόσμος ποταγορεύεται καὶ ἔντι τῶν ὄντων ζῴων τελῃότατον. ἐν δὲ τοῖς μέρεσσιν αὐτῶ πολλοῖς τε ὄντεσσι καὶ διαφόροις τὰν φύσιν ἐξάρχει τι ζῷον κατ᾿ οἰκειότατα ἐγγενῆ καὶ διὰ τὸ μετέχεν πλέον τῶ θείω. καὶ ἐν μὲν τᾷ τῶ θείω θέοντος ἀεὶ φύσει τὰ τὰν πράταν καὶ μεγίσταν ἀκολουθίαν ἔχοντα ἀσπάζεται ... καὶ τοὶ πλάνατες ἀστέρες· ἐν δὲ τᾷ χώρᾳ τᾶς σελάνας ἔνερθεν [ἐπὶ] τὰ δι᾿ εὐθείας ἰόντα σώματα ἁ τῶ δαίμονος φύσις ἔχει τὰν διεξαγωγάν· ἐν δὲ τᾷ γᾷ καὶ παρ᾿ ἁμῖν ἀριστοφυέστατον μὲν ἄνθρωπος, θειότερον δ᾿ ὁ βασιλεὺς ἐν τᾷ κοινᾷ φύσει πλεονεκτῶν τῶ κρέσσονος, τὸ μὲν σκᾶνος τοῖς λοιποῖς ὅμοιος, οἷα γεγονὼς ἐκ τᾶς αὐτᾶς ὕλας, ὑπὸ τεχνίτα δ᾿ εἰργασμένος λῴστω, ὃς ἐτεχνίτευσεν αὐτὸν ἀρχετύπῳ χρώμενος ἑαυτῷ· κατασκεύασμα δὴ ὦν ὁ βασιλεὺς ἓν καὶ μόνον ἐντὶ οἷα τύπος τῶ ἀνωτέρω βασιλέως, τῷ μὲν πεποιηκότι γνώριμον ἀεί, τοῖς δ᾿ ἀρχομένοις ὡς ἐν φωτὶ τᾷ βασιλείᾳ βλεπόμενον. τᾷδε γὰρ κρίνεταί τε καὶ δοκιμάζεται, ὡς τὸ κράτιστον ἐν πτανοῖς ζῷον ἀετὸς ἀντωπὸν ἁλίω γενόμενον· χὡπὶ τᾶς βασιλείας δὲ λόγος ωὑτός, θείας τε ἐάσσας καὶ δι᾿ ὑπερβολὰν λαμπρότατος δυσοράτω, αἰ μὴ τοῖς γνασίοις· μαρμαρυγαί τε γὰρ πολλαὶ καὶ σκοτοδινιάσεις ὡς ἐφ᾿ ὕψος ὀθνεῖον ἐπιβάντας τὼς νόθως ἀπήλεγξαν· τοῖς δὲ προσηκόντως κατ᾿ οἰκειότατα πρὸς αὐτὰν ἐπὶ τούτω ἀφιγμένοις καὶ χρῆσθαι δυναμένοις οἰκήσιμος. αὐτὰ μὲν ὦν βασιλεία χρῆμα εἰλικρινές τε καὶ ἀδιάφθορόν ἐντι καὶ δι᾿ ὑπερβολὰν θειότατος δυσέφικτον ἀνθρώπῳ. δεῖ δὲ καὶ τὸν ἐς αὐτὰν καταστάντα καθαρώτατόν τε εἶμεν καὶ διαυγέστατον τὰν φύσιν, ὡς μὴ τὸ λαμπρότατον ἀφανίζῃ ἐν σπίλοις τοῖς ὑφ᾿ αὑτῷ· καθὸ καὶ τὼς ἁγιωτάτως τόπως ἐκαλίδωσάν τινες, καὶ τῶν ἀντιασάντων ἔνιοι μιαροὶ τὼς ἀντιάξαντας αὐτοῖς. βασιλῄᾳ δὲ τὸν ὁμιλήσοντα φύσιός τε ἀχράντω δεῖ μετέχειν, ἐπιστάμεν τε αὑτὸν ὅσῳ τῶν ἄλλων ἐντὶ θειότερος, ὅσῳ τε ἅτερα αὐτῶ, οἷς δὴ κατὰ λόγον ἀπεικάζων ἑαυτὸν ἄριστ᾿ ἂν ἑαυτῷ τε χρῷτο καὶ τοῖς ὑποτεταγμένοις. καὶ τοῖς μὲν ἄλλοις ἀνθρώποις, αἴκα ἁμαρτάνωντι, ὁσιωτάτα κάθαρσις ἐξομοιωθῆμεν τοῖς ἀρχόντεσσιν, αἴτε νόμος αἴτε βασιλεὺς διέποι τὰ κατ᾿ αὐτώς· οἱ δ᾿ εἴ τι τῶ κρέσσονος δέοιντο διὰ τὴν φύσιν ἀμπλακόντες οὐ μακρὰν οὐδ᾿ ἀπῳκισμένως [ἀλλ᾿] οἷ χρὴ θεωμένως εὐθὺ [ἔντι] τᾶς ὠφελείας τυγχάνεν. οὔτε γὰρ τὸν κόσμον δίζοιτο ἄν τις ἐν αὐτῷ τ᾿ ἐὼν καὶ μέρος ἐκείνω, οὔτ᾿ ἂν ἀνόητος εἴη τῶ διέποντος αὐτὸν ὁ ἑτέρων αὐτὸς ἄρχων. ἁ δ᾿ εὐκοσμία πολλὰ καὶ τῷ μηδὲν ἄναρχον εὑρὲν δύνασθαι καὶ τῷ τρόπῳ τᾶς ἀρχᾶς διδάσκει αὐτόν. ἐκλάμπει γὰρ αὐτᾶς εὐθὺ τὸ καλόν· ἃν ὁ μιμασόμενος δι᾿ ἀρετὰν αὐτῷ τε φίλος, ὃν μεμίμαται, καὶ πολὺ πλέον τοῖς ὑπ᾿ αὐτὸν τεταγμένοις. οὐ γὰρ ἄν τις θεοφιλὴς ὢν μισείοιτο ὑπ᾿ ἀνθρώπων, ἐπεὶ οὐδὲ τὰ ἄστρα οὐδ᾿ ὁ σύμπας κόσμος ἐχθαίρει τὸν θεόν· αἰ δέ κα ἐμίσει τὸν ἁγεμονεύοντα, οὐχ εἵπετο ἂν πειθόμενος αὐτῷ· τὸ δ᾿ ἐκεῖνον ἄρχεν εὖ αἴτιον τῶ καὶ τόνδε ἄρχεσθαι καλῶς. ἐγὼ μὲν ὦν ὑπολαμβάνω καὶ τὸν ἐπὶ τᾶς γᾶς βασιλέα δύνασθαι μηδεμιᾷ τῶν ἀρετῶν ἐλαττοῦσθαι τῶ κατ᾿ ὠρανὸν βασιλέως· ἀλλ᾿ ὥσπερ αὐτὸς ἀπόδαμόν τι ἐντὶ χρῆμα καὶ ξένον ἐκεῖθεν ἀφιγμένον πρὸς ἀνθρώπως, καὶ τὰς ἀρετὰς ἄν τις αὐτῶ ἔργα ὑπολάβοι τῶ θεῶ καὶ δι᾿ ἐκεῖνον αὐτῶ. σκοπέοντι δ᾿ ἀρχᾶθεν ἀλάθεια λόγος· κοινωνία τοι γὰρ πράτα τε πάντων καὶ ἀναγκαιοτάτα τῷ τῶν ἀνθρώπων γένει, ἇς μετέχει μὲν ὁ παρ᾿ ἁμῖν βασιλεύς, μετέχει δὲ καὶ ὁ ἐν τῷ παντὶ πάντα διέπων· συνεστάναι γὰρ χωρὶς φιλίας καὶ κοινωνίας ἀμάχανον. σκοποίη δ᾿ ἄν τις ταῦτα καὶ ἐπὶ τῶν συμπολιτευομένων, ἐξελὼν τῶ λόγω τὰν κατὰ συνάθῃαν κοινωνίαν· ἐλάττων γὰρ αὕτα τᾶς τε θείας φύσιος καὶ τᾶς βασιλικᾶς· οὐ γὰρ δέονται τὰν τοιαύταν δέησιν ἀλλάλων, καθ᾿ ἃν συνευπορεῦντες τῶν ὑστερούντων, ἀναπλαροῦντι κοινὰν τὰν βοάθειαν· τέλειοι γὰρ κατ᾿ ἀρετάν. ἁ δ᾿ ἐν τᾷ πόλει φιλία κοινῶ τινος τέλεος ἐχομένα τὰν τοῦ παντὸς ὁμόνοιαν μιμᾶται· ἄνευ δὲ τᾶς περὶ τᾶς ἀρχᾶς διατάξιος οὐδεμία ἂν πόλις οἰκοῖτο· εἰς δὲ ταύταν νόμων τε δεῖται καὶ τινὸς προστασίας πολιτικᾶς τό τε ἄρχον καὶ τὸ ἀρχόμενον. ἀποσῴζοι δ᾿ ἂν τὸ ἐκ τούτων κοινὸν ἀγαθὸν εὐαρμοστία τις καὶ τῶν πολλῶν ὁμοφωνία μετὰ πειθοῦς συνῳδοῖσα. ὁ κατ᾿ ἀρετὰν ἐξάρχων καλέεταί τε βασιλεὺς καὶ ἔντι, ταύταν ἔχων φιλίαν τε καὶ κοινωνίαν ποτὶ τὼς ὑπ᾿ αὔταυτον, ἅνπερ ὁ θεὸς ἔχει ποτί τε τὸν κόσμον καὶ τὰ ἐν αὐτῷ. ὅλαν δὲ τὰν εὔνοιαν χρὴ παρασκευάζεσθαι πρῶτα μὲν παρὰ τῶ βασιλέως ἐς τὼς βασιλευομένως, δεύτερον δὲ παρὰ τῶνδε ἐς τὸν βασιλέα, ὁποία γεννάτορος ποτὶ υἱέα καὶ ποτὶ ποίμναν νομέως καὶ νόμω ποτὶ χρωμένως αὐτῷ.




ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic period; Abo Akademi 1965. Fragmenta spuria: Pei basileias.