Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
51 Thesleff Sp 4
Ekfantos (zachoval Stobaios ve spisu Anthologium, IV, 7. 66; p. 278 He. (L. Delatte p. 35))

Součástí tohoto zlomku jsou také: 51 Thesleff Sp 3



[Přepnout na jednoduché zobrazení]


᾿Εν ταὐτῷ. ῞Ανπερ ἱερὰν καὶ θείαν ἔχων ἔννοιαν τῷ ὄντι βασιλεὺς εἴη· τᾷδε γὰρ πεπεισμένος ἀγαθῶν μὲν πάντων αἴτιος ἐσσεῖται, κακῶν δὲ οὐδενός. οὐ μὰν ἀλλ᾿ ὅτι γε δίκαιος ἐσσεῖται κοινωνικὸς ὢν παντί τῳ δᾶλον· ἰσότατι γὰρ ἁ κοινωνία, καὶ ἐν τᾷ ταύτας ἀποδιανομᾷ ἐξάρχει μὲν ἁ δικαιοσύνα, μετέχει δ᾿ ἁ κοινωνία· οὐ γὰρ δυνατὸν ἄδικον μὲν ἦμεν, μεταδιδόμεν δὲ ἰσότατος, ἢ μεταδιδόμεν [μὲν] ἰσότατος, μὴ κοινωνικὸν δὲ ἦμεν. ἐγκρατέα δὲ πῶς οὐκ ἂν ὑπολάβοι τις τὸν αὐτάρκη; ἁ γὰρ πολυτέλῃα μάτηρ τᾶς ἀκρασίας, αὕτα δὲ τᾶς ὕβριος, ἐξ ἇς τῶν ἐν ἀνθρώποις κακῶν τὰ πολλά. ἁ δ᾿ αὐτάρκῃα οὐδ᾿ ἂν τέκοι πολυτέλειαν οὔτε τὰ ἀπ᾿ αὐτᾶς· ἀλλὰ αὐτῶ τις οὖσα ἀρχὰ πάντα μὲν ἁγοῖ, ἁγοῖτο δ᾿ ἂν ὑπ᾿ οὐδενός. ὅπερ ἔντι μὲν τῷ θεῷ, ἔντι καὶ τῷ βασιλεῖ, αὐτῶ μὲν ἄρχεν (ἀφ᾿ ὧπερ καὶ ὁ αὐτάρκης καλέεται), ἄρχεσθαι δ᾿ ὑπ᾿ οὐδενός· ταῦτα δ᾿ ὅτι μὲν φρονάσιος χωρὶς οὐκ ἂν γένοιτο, δᾶλον, ὅτι δ᾿ ἁ τῶ κόσμω φρόνασις ὁ θεός ἐντι, φανερόν· συνέχεται γὰρ εὐκοσμίᾳ τε καὶ τάξει τᾷ δεούσᾳ· νόω δὲ χωρὶς οὐκ ἂν αὐτὰ γενοίατο. οὐδ᾿ ὁ βασιλεὺς δὴ χωρὶς φρονάσιος ταύτας ἂν ἔχοι τὰς ἀρετάς, δικαιοσύναν φαμὶ καὶ ἐγκράτῃαν καὶ κοινωνίαν καὶ ὅσα τούτων ἀδελφά.




ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic period; Abo Akademi 1965. Fragmenta spuria: Pei basileias.