Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
51 Thesleff Sp 3
Ekfantos (zachoval Stobaios ve spisu Anthologium, IV, 7. 65; p. 276 He. (L. Delatte p. 32))

Součástí tohoto zlomku jsou také: 51 Thesleff Sp 4



[Přepnout na jednoduché zobrazení]


᾿Εν ταὐτῷ. Μιᾷ γὰρ ἀρετᾷ πρὸς τὸ ἄρχεν ἀνθρώπων καὶ πρὸς τὸν αὐτῶ βίον χρήσεται οὐδὲν ὡς δι᾿ ἔνδειαν ποτιλαμβάνων εἰς ὑπηρεσίαν τὰν αὐτὸς αὐτῶ, ἀλλ᾿ ὡς κατὰ φύσιν συνεργῶν· κοινωνίας γὰρ ἐάσσας οὐδὲν ἔλαττον ἕκαστος αὐτάρκως βιώσει καθ᾿ αὑτόν. δοκεῖ μὲν γὰρ ὁ αὐτάρκης μηδενὸς ἂν ἄλλω πρός γε τὰν αὐτῶ διεξαγωγὰν ποτιδεήσεσθαι· αἰ δ᾿ ἄρα δεῖ βίον ἐνεργέα ζώεν, δᾶλον ὡς καὶ ἅτερα ἂν προσλάβοι, οὐδέν τι ἔλαττον αὐτὸν αὐτάρκεα ποιήσει· φίλως τε γὰρ ἕξει διὰ τὰν αὐτῶ ἀρετάν, καὶ τοῖσδε χρώμενος οὐ κατ᾿ ἄλλαν ἀρετὰν χρήσεται ἢ ᾇπερ καὶ ποττὸν αὑτῶ βίον. ἀνάγκα δὲ ἀκολουθεῖν καὶ τᾷ τοιᾷδε, οὐχ ἁτέρας τινὸς ἐξαιρέτω ποτταῦτα παρεσκευασμένας. χὡ μὲν θεὸς οὔτε διακόνως ἔχων οὔτε ὑπηρέτας οὔτ᾿ αὖ προστάξει τινὶ χρώμενος οὐδὲ στεφανῶν ἢ ἀναγορεύων τὼς πειθομένως ἢ ἀτιμάζων τὼς ἀπειθέοντας, οὗτος αὐτὸς ἄρχει ποτὶ τοσόνδε μέγεθος ἀρχᾶς, ἀλλ᾿ οἶμαι παρέχων ἀξιομίματον ἑωυτὸν ζᾶλον ἐντίθητι πᾶσι τᾶς αὐτῶ φύσιος. ἔντι δὲ αὐτὸς μὲν ἀγαθός, καὶ τόδε μόνον τε καὶ ῥᾴδιον ἔργον αὐτῶ· οἱ δὲ μιμεύμενοι αὐταυτῶν κρέσσον τῷδε πάντα ἐργάζονται· ἁ δὲ ὁμοίωσις καὶ ἑκάστω τῶνδε αὔταρκές ἐντι. οὐ γὰρ ἄλλᾳ μὲν ἀρετᾷ ποιεῖ τὰ ἀρεστὰ τῷ θεῷ, μιμέεται δ᾿ αὐτὸν ἑτέρα. ὁ δ᾿ ἐπίγειος ἁμῶν βασιλεὺς πῶς οὐχ ὁμοίως αὐτάρκης; ἀπεικάζων τε γὰρ αὐτὸν ἑνὶ ἂν ἀπεικάσειε τῷ κρατίστῳ, καὶ πάντας ἑωυτῷ πειρώμενος ὁμοιοῦν ᾇ θεὸς ἔσσεται· τὰ δ᾿ ὅσα βίας καὶ ἀνάγκας τᾶς τῶν ὑποτεταγμένων ἐντί, ἑκάστω τὰν περὶ τὰν μίμασιν προθυμίαν ἀφαιρέεται· χωρὶς εὐνοίας γὰρ ἀμάχανον ἐξομοιωθῆναι. ἃν μάλιστα πάντων ἀφανίζει τὸ φοβερόν. ὡς εἴθε ἦν τᾶς ἀνθρωπίνας φύσιος δυνατὸν ἀφελὲν τὸ καὶ πειθοῦς τινος δέεσθαι. τόδε γὰρ τᾶς ἐπιγείω φαυλότατος λείψανον, καθ᾿ ἃν ἐπίκαρον ὂν τὸ ζῷον ταύτας οὐκ ἀμοιρεῖ. [αἰ δέ πού τις καὶ ἐν αὐτοῖς θειότερος ἢ κατ᾿ ἄλλα συσταίη, ποτ᾿ οὐδὲν ἂν τᾶς πειθοῦς δέοιτο.] ἐπειδήπερ πειθὼ ἔργον τί ἐντι παροικέον ἀνάγκᾳ· πράτα γὰρ ἀφ᾿ αὑτᾶς αὐτὰ κατεργάζεται, τάπερ ἐκείναν διέφυγεν. ὅσα δ᾿ αὐτοφυῶς τῷ καλῷ χρῆται, τούτοις οὐδεμία πειθοῦς αἰδώς, ἐπειδήπερ οὐδὲ [δὲ] φόβος ἀνάγκας. ἐνεργάσαιτο δ᾿ ἂν μόνος ὁ βασιλεὺς ἀνθρώπω φύσει καὶ τόδε τὸ ἀγαθόν, ὡς διὰ μίμασιν αὐτῶ τῶ κρέσσονος ποτὶ τὸ δέον ἕπεσθαι. τὼς δὲ ὥσπερ ὑπὸ μέθας διεφθαρμένως καὶ διὰ κακὰν τροφὰν ἐς λάθαν ἐμπεσόντας αὐτῶ παραλαφθεὶς ὁ λόγος ἐπέρρωσέν τε καὶ κάμνοντας ἰάσατο καὶ τὰν ἐκ τᾶς κακίας ἐνοικεῦσαν αὐτοῖς λάθαν ἐκβαλὼν τὰν μνάμαν ἐσῴκισεν, ἐξ ἇς ἀπετέχθη ἁ καλεομένη πειθώ· καὶ τὰν ἀρχὰν ἐκ φαύλων σπερμάτων λαβοῦσα αὕτα τι σπουδαῖον ἐφύη τὰν ἐπίγῃον οἰκεῦσα χώραν, ἐν ᾇ δι᾿ ἀσθένειαν τᾶς ἁμῶν φύσιος ὁ λόγος ἀνθρώποις ὁμιλέων ἀναπλαροῖ τι τῶν διὰ κακίαν ὑστερούντων.




ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic period; Abo Akademi 1965. Fragmenta spuria: Pei basileias.