Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
48 Sp 2
Okellos (zachoval Stobaios ve spisu Anthologium, III, 9; 51; p. 362 He.)





[Přepnout na jednoduché zobrazení]


Δοκεῖ μοι τῶν ἀνδρῶν τὰν δικαιοσύναν ματέρα τε καὶ τιθηνὰν τᾶν ἀλλᾶν ἀρετᾶν προσειπέν· ἄτερ γὰρ ταύτας οὔτε σώφρονα οὔτε ἀνδρεῖον οὔτε φρόνιμον οἷόν τε ἦμεν· ἁρμονία γάρ ἐστι καὶ εἰράνα τᾶς ὅλας ψυχᾶς μετ᾿ εὐρυθμίας. δηλοφανέστερον δέ κα γένοιτο τὸ ταύτας κράτος ἐτάζουσιν ἁμῖν τὰς ἄλλας ἕξιας· μερικὰν γὰρ ἔχοντι αὗται τὰν ὠφέλειαν καί ποθ᾿ ἕνα, ἁ δέ ποθ᾿ ὅλα τὰ συστάματα καὶ ἐν πλάθει. ἐν κόσμῳ μὲν οὖν αὐτὰ τὰν ὅλων ἀρχὰν διαστραταγοῦσα πρόνοιά τε καὶ ἁρμονία καὶ δίκα γενως τινος θεῶν οὕτω ψαφιξαμένων· ἐν πόλει δὲ εἰράνα τε καὶ εὐνομία δικαίως κέκληται· ἐν οἴκῳ δ᾿ ἐστὶν ἀνδρὸς μὲν καὶ γυναικός ποτ᾿ ἀλλάλως ὁμοφροσύνα, οἰκετᾶν δὲ ποτὶ δεσπότας εὔνοια, δεσποτᾶν δὲ ποτὶ θεράποντας καδεμονία· ἐν σώματι δὲ καὶ ψυχᾷ πράτα μὲν ἁ πᾶσιν ἀγαπατοτάτα ζωά, ἅ τε ὑγίεια καὶ ἀρτιότας, σοφία τ᾿ ἐκ τᾶς ἐπιστάμας τε καὶ δικαιοσύνας γενομένα (ἰστέον παρ᾿ ἀνθρώποις). εἰ δ᾿ αὐτὰ τὸ ὅλον καὶ τὰ μέρεα οὕτω παιδαγωγεῖ τε καὶ σῴζει ὁμόφρονα καὶ ποτάγορα ἀλλάλοις ἀπεργαζομένα, πῶς οὔ <κα> μάτηρ καὶ τιθηνὰ πασᾶν τε καὶ πάντων παμψαφεὶ λέγοιτο;


Cfr. Eccelus, Fragmentum; ed. H. Thesleff, The Pythagorean texts of the Hellenistic
period; Abo Akademi, 1965; p. 78-79 (Stobaios, Anthologium III, 9; 51):
᾿Εκκέλου
Πυθαγορείου Λευκανοῦ Περὶ δικαιοσύνης. Δοκεῖ μοι ...




Mullach 2 p. 26, Harder p. 26