Přihlášení uživatele
Jméno:
Heslo:
[Zaregistrujte se]

Presokratici.cz

databáze zlomků předsókratovských myslitelů
48 Harder Sp 1
Okellos (zachoval Stobaios ve spisu Anthologium, I, 13, 2 Wachsmuth)





[Přepnout na jednoduché zobrazení]


Συνέχει γὰρ τὰ μὲν σκάνεα τῶν ζῴων ζωά, ταύτας δ᾿ αἴτιον ψυχά· τὸν δὲ κόσμον ἁρμονία, ταύτας δ᾿ αἴτιος ὁ θεός· τὼς δ᾿ οἴκως καὶ τὰς πόλιας ὁμόνοια, ταύτας δ᾿ αἴτιος νόμος. τίς ὧν αἰτία καὶ φύσις τὸν μὲν κόσμον ἁρμόχθαι διὰ παντὸς καὶ μηδέποτ᾿ ἐς ἀκοσμίαν ἐκβαίνειν, τὰς δὲ πόλιας καὶ τὼς οἴκως ὀλιγοχρονίως ἦμεν; ὅσα μὲν ὧν γενατὰ καὶ θνατὰ τὰν φύσιν, ἐξ ἇς συνέστακεν ὕλας, τὰν αὐτὰν αἰτίαν ἔχει τᾶς διαλύσιος· συνέστακε γὰρ ἐκ μεταβαλλοίσας καὶ ἀειπαθέος· ἁ γὰρ τῶν γεννωμένων ἀπογένεσις σωτηρία τᾶς γεννάτορος ὕλας. τὸ δὲ ἀεικίνατον κυβερνῇ τὸ δ᾿ ἀειπαθὲς κυβερνῆται, καὶ τὸ μὲν πρῶτον τᾷ δυνάμει τὸ δὲ ὕστερον, καὶ τὸ μὲν θεῖον καὶ λόγον ἔχον καὶ ἔμφρον, τὸ δὲ γενατὸν καὶ ἄλογον [τὸ μεταβάλλον].